Ancient Greek · ~2 min
Section 26
Hyperides, Κατ᾽ Ἀθηνογένους 26
Not analysed yet
οὔτε μυροπώλης εἰμὶ οὔτʼ ἄλλην τέχνην ἐργάζομαι, ἀλλʼ ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρία ταῦτα γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐςτιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, ἤ σε καὶ τὴν ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτʼ ἀπατηθῆναι καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα Ἀθηνογένει δὲ . .