Ancient Greek · ~2 min
Section 29
Hyperides, Κατ᾽ Ἀθηνογένους 29
Not analysed yet
ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε τὴν πόλιν, καὶ μεθʼ ὑμῶν μὲν οὐ συνεστρατεύςατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτʼ ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς. καὶ τὰς θυγατέρας ἐν τῇ παρʼ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας ἐξέδωκεν ως πάλιν η ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.