Ancient Greek · ~3 min
Section 5
Hyperides, Κατ᾽ Ἀθηνογένους 5
Not analysed yet
συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, ἔφη, τὸ ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον.