Ancient Greek · ~2 min
Section 10
Hyperides, Κατὰ Φιλιππίδου 10
Not analysed yet
διὰ τί γὰρ ἂν τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστʼ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλʼ ὅτι χρηστός; ἀλλὰ δὶς αὐτοῦ ἀδικίαν κατέγνωτε. ναί, ἀλλὰ χρήσιμος· ἀλλʼ εἰ χρήςεςθε τῷ ὑφʼ ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν. οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺς ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα.