Ancient Greek · ~1 min
Section 13
Hyperides, Κατὰ Φιλιππίδου 13
Not analysed yet
ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν· ὑμεῖς δὲ τῶν τε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.