Ancient Greek · ~1 min
Section 7
Hyperides, Κατὰ Φιλιππίδου 7
Not analysed yet
εἰ δʼ οἴει κορδακίζων καὶ γελωτοποιῶν, ὅπερ ποιεῖν εἴωθας, ἐπὶ τῶν δικαστηρίων ἀποφεύξεσθαι, εὐήθης εἶ, ἢ παρὰ τούτοις συγγνώμην ἢ ἔλεόν τινα παρὰ τὸ δίκαιον ὑπάρχειν. πολλοῦ γε δεῖ. οὐ γὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλʼ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.