Ancient Greek · ~1 min
Section 12
Hyperides, Ἐπιτάφιος 12
Not analysed yet
ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν.