Ancient Greek · ~1 min
Section 14
Hyperides, Ἐπιτάφιος 14
Not analysed yet
δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ χάριν ἔχειν αὐτῷ πρώτῳ, ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ ςτρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.