Ancient Greek · ~1 min
Section 25
Hyperides, Ἐπιτάφιος 25
Not analysed yet
φέρει γὰρ πᾶσαν εὐδαιμονίαν ἄνευ τῆς αὐτονομίας. οὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.