Ancient Greek · ~1 min
Section 28
Hyperides, Ἐπιτάφιος 28
Not analysed yet
εἰ γὰρ ὁ τοῖς ἄλλοις ὢν ἀνιαρότατος θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους οὐκ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν.