Ancient Greek · ~1 min
Section 30
Hyperides, Ἐπιτάφιος 30
Not analysed yet
τίς γὰρ καιρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.