Ancient Greek · ~2 min
Section 34
Hyperides, Ἐπιτάφιος 34
Not analysed yet
ἀμφότερα γὰρ ε περὶ Λεωςθένους καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ. εἰ μὲν γὰρ ἡδονῆς ἕνεκεν μνημονεύουσιν τὰς τοιαύτας καρτερίας, τί γένοιτʼ ἂν τοῖς Ἕλλησιν ἥδιον ἢ ἔπαινος τῶν τὴν ἐλευθερίαν παρασκευασάντων ἀπὸ τῶν Μακεδόνων; εἰ δὲ ὠφελείας ἕνεκεν ἡ τοιαύτη μνήμη γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας;