Ancient Greek · ~1 min
Section 6
Hyperides, Ἐπιτάφιος 6
Not analysed yet
περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως ὥσπερ προεῖπον φράσαι παραλείψω, περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι. νῦν δὲ πόθεν ἄρξωμαι λέγων, ἢ τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;