Ancient Greek · ~1 min
Section 8
Hyperides, Ἐπιτάφιος 8
Not analysed yet
ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ὅπερ εἰώθασίν τινες ποιεῖν; ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα τοὺς παῖδας παιδεύομεν, ἵνα ἄνδρες ἀγαθοὶ γένωνται· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.