Ancient Greek · ~1 min
Fragment 1
Hyperochus Hist., Fragmenta 1
Not analysed yet
Athenaeus XII: Καὶ Κυμαῖοι δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαϊκὰ, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι, καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες, ἐπὶ ζευγῶν ὀχούμενοι.