Ancient Greek · ~15 min
Section 2
Iamblichus, Babyloniaca 2.1
Not analysed yet
(Ἐκ τῶν) Ἰαμβλίχου ἱστοριῶν Βαβυλωνιακῶν. Δεσπότης δούλου κατηγορεῖ ἐπὶ μοιχείᾳ τῆς οἰκείας γαμετῆς ἐξηγησαμένης ὡς ὄναρ τούτῳ ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ ἐμίγη. Ὅτι μὲν οὐδεὶς ἂν ἑκὼν ἐπὶ τοιαύτην δίκην ἔλθοι καὶ ταῦτα σοὶ μέλλων, βασιλεῦ, χρήσασθαι δικαστῇ ὃς οὐ μόνους τοὺς τῶν κρινομένων ἐξετάζεις βίους ἀλλὰ καὶ τοὺς τῶν κατηγορούντων τρόπους, οὐκ ἔστιν ὅστις οὐκ ἂν συνομολογήσειέ μοι. ἔστω δὲ καὶ τοῦτο τεκμήριον τοῦ τὴν κατηγορίαν εἶναι τὴν γινομένην ἀληθῆ τὸ καὶ τὴν ὑπόθεσιν εἶναι τῷ μέλλοντι κατηγορεῖν ἀηδῆ· τὴν γὰρ τοιαύτην δίκην ἡ νικηθεῖσα μὲν ἀδικεῖ, ἀτυχεῖ δὲ ὁ νικήσας. παραιτοῦμαι δὲ συγγνώμην ἔχειν μοι οὐ κατηγορεῖν βεβουλευμένῳ ἀλλὰ σιγᾶν μὴ δυναμένῳ, οὐ μόνον ὅτι ἀφόρητόν ἐστιν ἀδίκημα μοιχεία, ἀλλὰ καὶ ὅτι τῷ κοινῷ τῆς αὐτῆς ὕβρεως ἴδιόν τι τὸ ταύτης πρόσεστιν. ὁ γὰρ μοιχὸς δοῦλός ἐστι καὶ τὴν ψυχὴν ταπεινὸς κἂν ταύτῃ καλὸς εἶναι δοκῇ, δοῦλος δὲ οὐδὲ ἄλλου τινὸς ἀλλʼ ἐμός· ἔδει δὲ καὶ ταύτης δοῦλον αὐτὸν ἀλλὰ μὴ δεσπότην εἶναι. ποιεῖ δὴ τὴν μοιχείαν περιττὴν καὶ μᾶλλον αἰσχρὰν ἄμφω συνελθόντα, ἡ τῆς μεμοιχευμένης δόξα καὶ ἡ τοῦ μοιχεύσαντος ἀδοξία. δέομαι δέ σου; βασιλεῦ, πρὸς ταῦτά μοι βοηθῆσαι ὑπὸ μὲν γυναικὸς ὑβρισμένῳ, ὑπὸ δὲ δούλου παρευδοκιμημένῳ, νεμεσῆσαι δὲ καὶ τούτοις ἐν μὲν τοῖς ἔργοις λαθεῖν δεδυνημένοις, ὑπὸ δὲ τῶν θεῶν μεμηνυμένοις. ἀπορῶ δέ, πότερον αἰτιάσομαι θατέρῳ σύμβουλον καὶ διδάσκαλον γεγονέναι τῶν ἁμαρτημάτων. οὗτος μὲν γὰρ μειράκιόν ἐστιν, ὁ δὲ τοιοῦτος πεισθῆναι μᾶλλον ἢ πεῖσαι πιθανὸς εἶναι δοκεῖ καὶ διέφθαρται μᾶλλον ἢ διέφθαρκεν· αὕτη δέ ἐστι γυνή, εὐεξαπάτητον δὲ εἶναι δοκεῖ γυνή· ὥστε τῶ μὲν τὸ τῆς ἡλικίας ἀσθενές, τῇ δὲ τὸ τῆς φύσεως τοιοῦτον συναγωνίζεται. συνελὼν οὖν λέγω· συναμφότεροι καλοί. δοῦλον οὖν τίς προετίμησεν ἀνδρός; ὡραῖος γάρ ἐστι καὶ καλὸς εἶναι, βασιλεῦ, κἀμοὶ δοκεῖ καὶ πολλάκις αὐτὸν ὁ μωρὸς πρὸς ταύτην ἐπῄνεσα ὡς εὖ μὲν τὸ πρόσωπον ἱστάντα, ὑγροῖς δὲ τοῖς ὄμμασιν ἐμβλέποντα, ἐπῄνεσα δὲ αὐτοῦ πολλάκις καὶ χεῖρας ἄκρας ὡς λευκὰς καὶ κόμας ταύτας ὡς ξανθάς. καὶ ταῦτα ἄρα λέγων ἐδίδασκον ταύτην ἐρᾶν. οἶδας δὲ καὶ σύ, βασιλεῦ, ὡς ἐστι ταῦτα ἀληθῇ. οὐδὲ γὰρ κατέλιπεν αὐτὸν τὸ κάλλος οὐδὲ φοβούμενον, ἀλλʼ ἔλαμψε μὲν ὑπὸ τοῦ δέους ἡ παρειά, τὸ βλέμμα δὲ οὐκ ἀπήνθησεν οὐδὲ λυπουμένου· παρέστηκε δέ σοι δεδεμένος, ἀλλʼ ἐπέπρεψεν αὐτῷ καὶ τὰ δεσμά. φθόνος σοι καταρᾶται καὶ τῶν κακῶν ὁ κίνδυνός σε. κοσμεῖ πονηρὲ καὶ καλέ, —ὀκνῶ δέσποτα λέγειν, ὅτι σήμερον καὶ καλλίων ἐγένετο. οὐκ ἐλεεῖς με, βασιλεῦ; μοιχὸν ἀνὴρ ἐπαινῶ καὶ ταῦτα τῆς μεμοιχευμένης ἀκουούσης, φοβοῦμαι δὲ μὴ καὶ σήμερον τὸ κάλλος αὐτῷ βοηθήσῃ ἐπῄνουν αὐτὸν οὕτως, ὑπώπτευον δὲ αὐτοῦ τῶν ὀφθαλμῶν τὴν πλάνην καὶ τὰ πολλὰ κινήματα καὶ τὸ ἀποβλέπειν τῆς κύλικος ἔξω καὶ τοὺς ὅρους τῶν οἰνοχόων ὑπερβαίνειν. τηρήσας δὲ εἶδον ἀμφοτέρων αὐτῶν νεύματα, τὸ μὲν παρʼ αὐτοῦ πεμπόμενον, τὸ δὲ παρʼ ἐκείνης συναντῶν· πάντα δὲ ὁμοῦ παρῆν ἐπʼ αὐτούς, νεότης οἶνος κάλλος, προσῆν δὲ τούτοις ἐγὼ τῆς μοιχείας συναγωγεύς, ὁ τοῦ κάλλους ἑρμηνεύς. ᾤμην δὲ αὐτοὺς νουθετήσειν τὴν μὲν ἀνυπόδετον ἐκπέμψας, τὸν δὲ πατεῖσθαι καταβαλών. ὁ δέ, ὧς ἔοικεν, οὐκ ἠτιμάσθη πατούμενος, ἀλλʼ ἐπατήθη μᾶλλον ἐλεούμενος καὶ γυναικῶν ἐν ὕπνοις. ἡ μὲν φίλανδρος οἰκουρεῖ, ἡ δὲ φιλότεκνος δίνει, ἡ δὲ ἔριθος ἐργάζεται, ἡ δὲ ἐρῶσα μοιχεύει, ἡ δʼ ἐμίγη. ἕκαστος ἡμῶν τῶν ὀνείρων ἑαυτὸν ἀναμνησάτω, τί μὲν ὀνειροπολεῖ τὰ πολλά, τί δʼ ὁρᾷ. τοξότης τόξον, ἱππότης ἵππον, βασιλεὺς θρόνον· αὕτη δὲ μοιχόν. ἑάλωκας, ὦ πανουργοτάτη γυναικῶν· εὕρηκά σε αὐτῶ τῷ μειρακίῳ παρακειμένην. τὰ γὰρ νυκτερινά σου φιλήματα τῶν μεθʼ ἡμέραν ἐστὶν ὑπομνήματα· ἃ ποιεῖς ἐγρηγορυῖα, ταῦτα καθεύδουσα μελετᾶς. ἐνύπνιον γὰρ ἀνθρωπίνης σπουδῆς εἴδωλόν ἐστιν. καὶ συγκατάκεισαι μὲν ἐμοί, σχολάζεις δὲ ἐκείνῳ, καὶ παρʼ ἐμοὶ μὲν τὸ σῶμα, παρʼ ἐκείνῳ δὲ ἡ ψυχή, κἀμοὶ μὲν καθεύδεις, ἐκείνῳ δὲ οὔ.