Ancient Greek · ~9 min
Section 3
Iamblichus, Babyloniaca 3
Not analysed yet
Τοῦ αὐτοῦ ερὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως Τὸ ἅρμα, ἐφʼ ᾧ φέρεται ὁ βασιλεύς, ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον ἐγγύτατα ἀπήνης Ἑλληνικῆς, αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραῖ ταινίαι· ἐφέστηκε δὲ ὁ βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαίρετον ἐν ᾗ μήτε θηρᾷ μήτε δικάζει μήτε θύει ἀλλὰ πομπεύει μόνον. ἔστι δὲ ἁλουργὶς χρυσῆ· ἐξ ἴσου γὰρ ὁ χρυσὸς ὕφανται τῇ πορφύρᾳ. φέρει δὲ καὶ σκῆπτρον ἐλεφάντινον ᾧ τὴν χεῖρα τὴν δεξιὰν μετέωρον ἐρείδεται. ἡγοῦνται δʼ ἱππεῖς σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι καὶ χιλιάρχαι οἷς τι μέτεστι τοῦ ἔργου, οἱ μὲν πεζοὶ ἀργυράσπιδες, ἔτι δὲ ἀργυροθώρακες καὶ χρυσοθώρακες, ψελίοις μὲν τὰς χεῖρας, στρεπτοῖς δὲ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη περιτίθενται ἀλλὰ ἐπάλξεων σημεῖα καὶ πύργων στεφανοῦντα τὴν κεφαλὴν καὶ σκέποντα. καὶ ταῦτα μὲν ἀργύρου καὶ χρυσοῦ πεποιημένα· ἔστι δὲ ἄλλα καὶ λιθοκόλλητα τοῖς κρείττοσιν, ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδενται οἷς ἂν ἐκ βασιλέως δοθῇ. οἱ δʼ ἐφʼ ἵππων ἐλαύνουσι Νισαίων, τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευασμένων προμετωπιδίοις τε καὶ στερνιδίοις καὶ παραπλευριδίοις· καὶ παραμηρίδια τοῖς ἱππεῦσι περίκειται· τῶν δὲ εἰς πομπὴν σκημένων χρυσοχαλίνων πάντων ὥσπερ εὐδαιμόνων γυναικῶν ζωστῆρές τε καὶ τελαμῶνες καὶ ἔφιππα οὐδὲν οὐδὲ τούτων ἐστὶν ὃ μὴ χρυσήλατόν ἐστιν ἢ χρυσόπαστον. τρίχες δὲ τῶν ἵππων οὖλαι διαπλέκονται καθάπερ πλόκαμοι γυναικῶν καὶ διαδοῦνται καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώναις, αἱ δὲ ἐν ταῖς ἱππολοφίαις ἔνθεν τε καὶ ἔνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων, αἱ μὲν ἁπαλαί, αἱ δὲ ὀρθαί, αἱ δὲ οὖλαι, αἱ μὲν φύσει πεφυκυῖαι, αἱ δὲ διὰ τέχνης ναγκασμέναι. πλάττουσι δὲ αὐτῶν καὶ βαδίσματα καὶ βλέμματα καὶ νεύματα καὶ φρονήματα, ἐνίων δὲ καὶ τὰ φρυάγματα καὶ χρεμετίσματα. πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται. πρῶτον μὲν γὰρ αὐτὸς ἐκτείνας εἰς τὸ ἔδαφος τοὺς πόδας καὶ χαμαιπετὴς γενόμενος ἀναβάτην λαμβάνει καὶ τρυφῶντα καὶ κάμνοντα, ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαιδευμένος οὐκ εἰς γαστέρα καθίεται ἀλλʼ εἰς γόνατα πίπτει, ἵνα δοκῇ τὸν ἱππέα δέχεσθαι καὶ προσκυνεῖν· ἔπειτα παρέχει ὑγρὰν τὴν ῥάχιν καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίκην ἑρπετοῦ, διδάσκει δὲ καὶ ῥυθμίζειν ἑαυτὸν καὶ σχηματίζειν καὶ ταῖς ῥισὶν ἐμπνεῖν καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν καὶ ὑψαυχενεῖν καὶ σοβεῖν καὶ γαυριᾶν καὶ πάντα ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεάτρῳ. ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται, ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται.