Ancient Greek
Fragment 2
Iamblichus Alchemista, Fragmenta alchemica 2
Not analysed yet
Εἶτα λείωσον· καὶ πρόσβαλε χολὴν ἰχνεύμονος, ἢ ἀλώπηκος, ἢ ἀλεκτρυόνος μελόποδος, καὶ πυρίτου τροχίσκον· ξήρανον ἐν σκιᾷ, καὶ λείωσας κατάγγισον εἰς ὑέλινον ἄγγος· καὶ τούτῳ εἰς πυξίδα μόλυβδον ἢ κασσίτερον βάλλων, κατάχωσον εἰς ἱππείαν ἐπὶ ἡμέρας ιε', καὶ λαβών ποίει οὕτως. Ἐπὶ μὲν ὀξείας λαβὼν τοῦ φαρμάκου τριόβολον ὁλκῆς, καὶ χολὴν καμήλου τὸ ἴσον, τρίβε, καὶ δὸς σησάμου τὸ μέγεθος· ἐὰν δὲ ἀλύπως κοσμῆσαι ἐν ἡμέραις ζ'· ἐὰν δὲ ἐν ἡμέραις ι', φακοῦ τὸ μέγεθος. Ἐπὶ δὲ ὑποκεχυμένον ἀνὰ παρακεντήσεως, λειοτριβήσας ἀπὸ τῆς πυξίδος, μικρὸν μετὰ γάλακτος γυναικείου ἀρρενοτόκου, ἐνχρίων ἐπὶ ἡμέρας ζ'. καὶ μὴ λούων ἐπὶ ἡμέρας μϛ'.