Ancient Greek · ~21 min
Chapter 2
Iamblichus, De Mysteriis 2.10.1
Not analysed yet
Ἃ δ’ αὐτὸς ἡμῖν συνεισφέρεις εἰς τὴν περὶ τούτων διάγνωσιν, εἴτε ὡς οἰκείαν γνώμην ἀποφαινόμενος εἴτε ὡς παρ’ ἄλλων ἀκούσας, οὐκ ἔστιν ἀληθῆ οὐδὲ ὀρθῶς λεγόμενα. λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν καὶ τὸ εἰδωλοποιὸν φάντασμα φαντάζειν, κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσιν ἅπασι. τὸ δὲ οὐκ ἔστι τοιοῦτον ὁποῖον ὑπολαμβάνεις· διδαχῇ μὲν γὰρ τῆς οἰκείας οὐσίας θεὸς καὶ ἄγγελος καὶ δαίμων ἀγαθὸς χρῆται πρὸς ἄνθρωπον· προσθήκῃ δὲ μείζονι ἐν τοῖς λόγοις τῆς ὑπαρχούσης δυνάμεως ἢ τῶν οἰκείων ἀγαθῶν οὐδαμῶς χρῆται· ἥ τε γὰρ ἀλήθεια συνυπάρχει τοῖς θεοῖς, ὥσπερ καὶ ἡλίῳ τὸ φῶς κατ’ οὐσίαν συνυφέστηκεν· καὶ ἅμα οὐδενὸς ἐνδεῆ τὸν θεόν φαμεν εἶναι κάλλους οὐδέ τινος ἀρετῆς, ἣν οἷόν τ’ ἐστὶ διὰ λόγων αὐτῷ προσθεῖναι. καὶ μὴν οἵ γε ἄγγελοι καὶ δαίμονες ἀπὸ θεῶν ἀεὶ παραλαμβάνουσι τὴν ἀλήθειαν· ὥστε οὐδὲν οὐδέποτε παρὰ ταύτην λέγουσι τέλειοι ὄντες κατὰ τὴν αὐτὴν οὐσίαν ἑκάτεροι, οὐδὲ αὐτῇ προσθεῖναι πλεῖον εἰς δοξολογίαν δύνανται. Πότε οὖν συμβαίνει τὸ λεγόμενον ὑπὸ σοῦ ἀπατηλόν, τὸ τῆς περιαυτολογίας; ἡνίκα ἂν ἁμάρτημά τι συμβαίνῃ περὶ τὴν θεουργικὴν τέχνην, καὶ μὴ οἷα δεῖ τὰ αὐτοπτικὰ ἀγάλματα ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων ἀπαντήσῃ· τότε γὰρ ὑποδυόμενα τὰ καταδεέστερα τὸ τῶν σεμνοτέρων τάξεων σχῆμα, προσποιεῖται ἐκεῖνο εἶναι ὅπερ ὑποδέδυκε, καὶ ἐνταῦθα ἀλαζόνας προΐεται λόγους καὶ μείζονας τῆς παρούσης αὐτοῖς δυνάμεως. ἅτε γὰρ οἶμαι, τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυομένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ δὴ δεῖ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τάξεως ἐν τοῖς φάσμασιν, ἣν εὗ τηροῦντες διελέγχονται, καὶ ἀποδοκιμάζουσιν αὐτῶν τὴν πεπλασμένην προσποίησιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ ἀληθινῇ κρίσει τῶν ὄντων. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν ἃ διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώνων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπιπηδώντων τῇ θεαγωγίᾳ χαρακτηρίζῃ· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τε ἐστι καὶ ἀληθινά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδίδωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμένως ἀναφαίνει τοῖς θε ωροῦσι· διόπερ δὴ καὶ τὸ αὐτοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. οὐ γὰρ θερμότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀποκρύπτειν τι τῶν ὄντων, οὐδὲ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ ἐναντίου ἔργου δύναμις· ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπιδέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν πέφυκε. Τὰ αὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν. εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δὲ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δὲ εἶναι τοιαῦτα οἷάπερ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακενῶς ἕλκει τὴν διάνοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν. ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν καὶ ἐναργῶς ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσι, φαντάσματα δὲ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προτείνουσιν. τίνος γὰρ ἂν ἕνεκα ταῦτα ἐπιδείξειαν; πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνάμεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίνεται τοῖς πιστεύουσι, καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾷ τοὺς θεωροῦντας. ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν αὐτά· καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλιμον; ἀλλ’ εἰ μὴ τοῦτο φύσιν ἔχει τὸ θεῖον, φάντασμα προτείνειν ἀφ’ ἑαυτοῦ; καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυμένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ ἀπατηλὸν ἐμποιήσειεν; Οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυτοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δὲ ἀληθῆ ἐν τοῖς ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσὶν αὐτοπτικῆς ἀληθείας. Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι τὸ τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλλων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλήλοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. ἔνεστι δὲ οὖν καὶ δικαιότερον πρός σε ἀντιλέγειν, τί δὴ οὖν ἔσται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φανταστική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσήκοντος καὶ τοῖς θείοις κεχαρισμένου.