Ancient Greek · ~14 min
Chapter 2
Iamblichus, De Mysteriis 2.11.1
Not analysed yet
Τὰ δ’ ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην, ἀνοσιουργίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ αὐτῶν παράδοσιν, ἔχει μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ’ ὁμολογεῖται παρὰ πᾶσιν ὡσαύτως. τίς γὰρ οὐκ ἂν συγχωρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ ὄντος οἰκειοτάτην εἶναι τῆς θείας αἰτίας θεοῖς, τὴν δὲ ἄγνοιαν τὴν ὑποφερομένην εἰς τὸ μὴ ὃν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν ἀποπίπτειν. ἀλλ’ ἐπεὶ οὐχ ἱκανῶς εἴρηται προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ’ οὐχὶ κατὰ τὴν ἔνεργον τῶν ἱερέων τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον εἰπεῖν τι περὶ αὐτῶν. Ἔστω μὲν γὰρ ἡ ἄγνοια καὶ ἀπάτη πλημμέλεια καὶ ἀσέβεια, οὐ μὴν διὰ τοῦτο ψευδῆ ποιεῖται καὶ τὰ οἰκείως τοῖς θεοῖς προσφερόμενα καὶ τὰ θεῖα ἔργα, οὐδὲ γὰρ ἡ ἔννοια συνάπτει τοῖς θεοῖς τοὺς θεουργούς· ἐπεὶ τί ἐκώλυε τοὺς θεωρητικῶς φιλοσοφοῦντας ἔχειν τὴν θεουργικὴν ἕνωσιν πρὸς τοὺς θεούς; νῦν δὲ οὐκ ἔχει τό γε ἀληθὲς οὕτως. ἀλλ’ ἡ τῶν ἔργων τῶν ἀρρήτων καὶ ὑπὲρ πᾶσαν νόησιν θεοπρεπῶς ἐνεργουμένων τελεσιουργία ἡ τε τῶν νοουμένων τοῖς θεοῖς μόνοις συμβόλων ἀφθέγκτων δύ ναμις ἐντίθησι τὴν θεουργικὴν ἕνωσιν. διόπερ οὐδὲ τῷ νοεῖν αὐτὰ ἐνεργοῦμεν· ἔσται γὰρ οὕτω νοερὰ αὐτῶν ἡ ἐνέργεια καὶ ἀφ’ ἡμῶν ἐνδιδομένη· τὸ δ’ οὐδέτερόν ἐστιν ἀληθές. καὶ γὰρ μὴ νοούντων ἡμῶν αὐτὰ τὰ συνθήματα ἀφ’ ἑαυτῶν δρᾷ τὸ οἰκεῖον ἔργον, καὶ ἡ τῶν θεῶν, πρὸς οὓς ἀνήκει ταῦτα, ἄρρητος δύναμις αὐτὴ ἀφ’ ἑαυτῆς ἐπιγινώσκει τὰς οἰκείας εἰκόνας, ἀλλ’ οὐ τῷ διεγείρεσθαι ὑπὸ τῆς ἡμετέρας νοήσεως· οὐδὲ γὰρ ἔχει φύσιν τὰ περιέχοντα ὑπὸ τῶν περιεχομένων οὐδὲ τὰ τέλεια ὑπὸ τῶν ἀτελῶν οὐδ’ ὑπὸ τῶν μερῶν τὰ ὅλα ἀνακινεῖσθαι. ὅθεν δὴ οὐδ’ ὑπὸ τῶν ἡμετέρων νοήσεων προηγουμένως τὰ θεῖα αἴτια προκαλεῖται εἰς ἐνέργειαν· ἀλλὰ ταύτας μὲν καὶ τὰς ὅλας τῆς ψυχῆς ἀρίστας διαθέσεις καὶ τὴν περὶ ἡμᾶς καθαρότητα ὡς συναίτια ἄττα προϋποκεῖσθαι χρή, τὰ δ’ ὡς κυρίως ἐγείροντα τὴν θείαν θέλησιν αὐτὰ τὰ θεῖά ἐστι συνθήματα· καὶ οὕτως τὰ τῶν θεῶν αὐτὰ ὑφ’ ἑαυτῶν ἀνακινεῖται, ὑπ’ οὐδενὸς τῶν ὑποδεεστέρων ἐνδεχόμενά τινα εἰς ἑαυτὰ ἀρχὴν τῆς οἰκείας ἐνεργείας. Ταῦτα δὴ τοῦδε ἕνεκα ἀπεμήκυνα, ὅπως μὴ νομίζῃς ἀφ’ ἡμῶν εἶναι τὸ πᾶν κῦρος τῆς ἐν ταῖς θεουργίαις ἐνεργείας, μηδ’ ἐν ταῖς ἐννοίαις ταῖς ἡμετέραις ἀληθῶς διακειμέναις ὑπολάβῃς καὶ τὸ ἀληθὲς αὐτῶν ἔργον κατορθοῦσθαι, μηδ’ ἐν τῇ ἀπάτῃ διαψεύδεσθαι. οὐδὲ γὰρ ἐὰν γνῶμεν τὰ ἑκάστῳ γένει παρακολουθοῦντα ἴδια, ἤδη καὶ τετυχήκαμεν αὐτῶν τῆς ἐπὶ τῶν ἔργων ἀληθείας. ἀλλ’ οὐκ ἄνευ μὲν τοῦ γνῶναι παραγίνεταί ποτε ἡ δραστικὴ ἕνωσις, οὐ μὴν ἔχει γε πρὸς αὐτὴν ταὐτότητα· ὥστε οὐδ’ ἡ καθαρότης ἡ θεία διὰ τῆς ὀρθῆς γνώσεως, ὥσπερ οὐδὲ ἡ τοῦ σώματος διὰ τῆς ὑγιείας, ἀλλὰ καὶ τοῦ γινώσκειν μᾶλλον ὑπερήνωται αὕτη καὶ ἀποκεκάθαρται. οὐδὲ ἄλλο τοίνυν οὐδὲν τῶν ἐν ἡμῖν τοιοῦτον ὑπάρχον, ὁποῖα τὰ ἀνθρώπινα, συνεργεῖ τε πρὸς τὸ τέλος τῶν θείων πράξεων. Δέχου δὴ καὶ τοῦτο ἐν παρέργῳ μὲν εἰρημένον, πρὸς ὅλην δὲ τὴν ἐπίνοιαν τὴν σὴν περὶ τῆς θεουργικῆς τέχνης ἱκανῶς ἐνιστάμενον. τῆς δὲ αὐτῆς ἔχεται τούτοις δυνάμεως κἀκεῖνα, ἐν οἷς ὅσιον καὶ ὠφέ λιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγνοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς γνώσεως· καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους δι’ ἀμαθίαν καὶ τόλμαν, τὸ δ’ αἴτιον ἡγῇ πάντων ἀγαθῶν. καὶ γὰρ πάντα πρὸς τὸ αὐτὸ τείνει τοῖς ἔμπροσθεν εἰρημένοις, τετύχηκέ τε λόγου τοῦ προσήκοντος μετ’ ἐκείνων. δεῖ τοίνυν ταῦτα μὲν παραλιπεῖν, ἐπὶ δὲ τὰς περὶ τῆς μαντικῆς ζητήσεις μετελθεῖν, καὶ ταύτας διαλῦσαι συντόμως.