Ancient Greek · ~11 min
Chapter 3
Iamblichus, De Mysteriis 3.16
Not analysed yet
Ταυτὶ μὲν οὖν κοινῶς ἡμῖν περὶ τῆς ὅλης ἀνθρωπίνης τοιαύτης τέχνης διωρίσθω· κατ’ ἰδίαν δὲ τὰ μὲν σπλάγχνα ἥ τε ψυχὴ τῶν ζώων καὶ ὁ ἐφεστηκὼς αὐτοῖς δαίμων καὶ ὁ ἀὴρ ἥ τε κίνησις τοῦ ἀέρος καὶ ἡ τοῦ περιέχοντος περιφορὰ μεταβάλλει ποικίλως ὅπῃπερ ἂν ἀρέσκῃ τοῖς θεοῖς. σημεῖον δὲ τὸ πολλάκις εὑρίσκεσθαι αὐτὰ ἀκάρδια ἢ ἄλλως ἄμοιρα τῶν κυριωτάτων μερῶν, ὧν ἀπεστερημένα οὐχ οἷά τε ἦν ὅλως τοῖς ζώοις παρέχειν τὸ ζῆν. τοὺς δὲ ὄρνιθας κινεῖ μὲν καὶ ἡ τῆς ἰδίας ψυχῆς ὁρμή, κινεῖ δὲ καὶ ὁ τῶν ζώων ἔφορος δαίμων, ἤδη δὲ καὶ ἡ τοῦ ἀέρος τροπὴ καὶ ἡ καθήκουσα ἀπὸ τοῦ οὐρανοῦ δύναμις εἰς τὸν ἀέρα· πάντα συμφωνοῦντα τοῖς βουλήμασι τῶν θεῶν ἄγει αὐτὰς ὁμολογουμένως οἷς οἱ θεοὶ καταρχὰς ἐπιτάττουσι. σημεῖον δὲ καὶ τούτου μέγιστον· οὐ γὰρ τῶν κατὰ φύσιν τινὶ προσέοικε πράγματι τὸ ἀπορρήσσειν τοὺς ὄρνιθας αὐτοὺς ἑαυτοὺς καὶ ἀναιρεῖν πολλάκις· ἀλλ’ ὑπερφυὲς δὴ τὸ ἔργον ἐστὶ τοῦτο, ὡς ἑτέρου τινὸς ὄντος τοῦ διὰ τῶν ὀρνίθων ταῦτα ἀπεργαζομένου. Ἀλλὰ μὴν αἵ γε τῶν ἄστρων φοραὶ πλησιάζουσι μὲν ταῖς κατ’ οὐρανὸν ἀιδίοις περιφοραῖς, οὐ τόπῳ μόνον ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς τοῦ φωτὸς διαδρομαῖς· κινοῦνται δὲ ὅπῃπερ ἂν οἱ κατ’ οὐρανὸν θεοὶ κελεύωσι. τὸ γὰρ εὐαγέστατον καὶ ἄκρον τοῦ ἀέρος ἐπιτηδείως ἔχον ἐξάπτεσθαι εἰς πῦρ, ἅμα τε ἐπινεύουσιν οἱ θεοὶ καὶ εὐθὺς ἀνακαίεται. ἐὰν δέ τις καὶ νομίζῃ τῶν οὐρανίων τινὰς ἀπορροίας ἐνδίδοσθαι εἰς τὸν ἀέρα, καὶ οὗτος οὐκ ἀλλότρια δοξάσει τῶν δρωμένων ἐν τῇ θείᾳ τέχνῃ πολλάκις. καὶ ἡ ἕνωσις δὲ καὶ ἡ συμπάθεια τοῦ παντὸς καὶ ἡ ὡς ἐφ’ ἑνὸς ζώου συγκίνησις τῶν πορρωτάτω μερῶν ὡς ἐγγὺς ὄντων, τὴν τῶν σημείων τούτων πομπὴν ἐκ θεῶν ἀνθρώποις καταπέμπει, διὰ τοῦ οὐρανοῦ μὲν πρώτως ἔπειτα διὰ τοῦ ἀέρος ἐκφαινομένην τοῖς ἀνθρώποις ὡς οἷόν τε μάλιστα λαμπρότατα. Δῆλον δὴ οὖν διὰ πάντων τῶν εἰρημένων καὶ τοῦτο γέγονεν, ὡς ὀργάνοις μέσοις πολλοῖς οἱ θεοὶ χρώμενοι τὰ σημεῖα τοῖς ἀνθρώποις ἐπιπέμπουσι, δαιμόνων τε ὑπηρεσίαις καὶ ψυχῶν καὶ τῆς φύσεως ὅλης χρώμενοι, πᾶσί τε τοῖς περὶ τὸν κόσμον ἐκείνοις ἀκολουθοῦσι κατὰ μίαν ἀρχὴν ἐξηγούμενοι καὶ ἀνιέντες τὴν ἀπ’ αὐτῶν κατιοῦσαν κίνησιν, ὅπῃπερ ἂν ἐθέλωσιν. αὐτοὶ δὴ οὖν χωριστοὶ πάντων καὶ ἀπολελυμένοι τῆς σχέσεως καὶ συντάξεως τῆς πρὸς τὴν γένεσιν ἄγουσι πάντα ἐν τῇ γενέσει καὶ φύσει κατὰ τὴν οἰκείαν βούλησιν. ἥκει δὴ οὖν εἰς ταὐτὸ τῷ τῆς δημιουργίας καὶ προνοίας τῶν θεῶν λόγῳ καὶ ὁ περὶ τῆς μαντικῆς ἀπολογισμός. οὐ γὰρ καθέλκει οὐδὲ οὗτος ἐπὶ τὰ τῇδε καὶ πρὸς ἡμᾶς τὸν τῶν κρειττόνων νοῦν, μένοντος δὲ αὐτοῦ ἐν αὐτῷ τά τε σημεῖα καὶ τὴν μαντείαν ὅλην πρὸς αὐτὸν ἐπιστρέφει καὶ ἀπ’ αὐτοῦ προϊόντα αὐτὰ ἀνευρίσκει.