Ancient Greek · ~16 min
Chapter 3
Iamblichus, De Mysteriis 3.17.1
Not analysed yet
Ζητεῖς δὲ τὸ λοιπὸν περὶ τοῦ τρόπου τῆς μαντείας τίς τέ ἐστι καὶ ὁποῖος, ὃν ἤδη μὲν ἡμεῖς κοινῇ τε καὶ κατ’ ἰδίαν ἐξηγησάμεθα. σὺ δὲ πρῶτον μὲν ἀποφαίνῃ γνώμην τῶν μάντεων, ὡς πάντες διὰ θεῶν ἢ δαιμόνων φασὶ τοῦ μέλλοντος τυγχάνειν τῆς προγνώσεως, οὐδὲ οἷόν τε ἄλλους εἰδέναι αὐτὸ ἤ μόνον τοὺς τῶν ἐσομένων κυρίους. ἔπειτα ἀπορεῖς εἰ ἄχρι τοσούτου κατάγεται εἰς ὑπηρεσίαν ἀνθρώπων τὸ θεῖον, ὡς μὴ ὀκνεῖν τινὰς καὶ ἀλφιτομάντεις εἶναι. τὸ δὲ οὐ καλῶς ὑπολαμβάνεις, τὴν περιουσίαν τῆς δυνάμεως τῶν θεῶν καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα καὶ τὴν πάντα περιέχουσαν αἰτίαν κηδεμονίαν τε ἡμῶν καὶ προστασίαν, ὑπηρεσίαν ἐπονομάζων. καὶ ἔτι ἀγνοεῖς τὸν τρόπον τῆς ἐνεργείας, ὥστε οὐ καθέλκεται οὔτε ἐπιστρέφεται οὗτος εἰς ἡμᾶς, χωριστὸς δὲ προηγεῖται καὶ δίδωσι μὲν τοῖς μετέχουσιν ἑαυτόν, αὐτὸς δὲ οὔτε ἐξίσταται ἀφ’ ἑαυτοῦ οὔτε ἐλάττων γίνεται οὔθ’ ὑπηρετεῖ τοῖς μετέχουσιν, ἀλλὰ τοὐναντίον πᾶσιν ὑπηρετοῦσι προσχρῆται. Δοκεῖ δέ μοι καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπίστασις· ὡς γὰρ ἐπ’ ἀνθρώπων ὑποθεμένη τῶν θεῶν τὰ ἔργα, οὕτω διαμφισβητεῖ περὶ αὐτῶν πῶς γίνεται. διότι γὰρ ἡμεῖς ἐπιστρεφόμενοι καὶ τοῖς πάθεσιν ἐνίοτε προσκείμενοι τοῖς διοικουμένοις ἐπιμελούμεθα αὐτῶν, διὰ τοῦτο κακῶς εἰκάζει καὶ τὴν τῶν θεῶν δύναμιν ὑπηρετικὴν εἶναι τοῖς ὑπ’ αὐτῶν κατευθυνομένοις· ἡ δ’ οὔτε ἐν τῇ ποιήσει τῶν κόσμων οὔτε ἐν τῇ προνοίᾳ τῆς γενέσεως οὔτε ἐν τῇ περὶ αὐτῆς μαντείᾳ καθέλκεταί ποτε εἰς τὰ μετέχοντα, ἀλλὰ μεταδίδωσι μὲν πᾶσι τῶν ἀγαθῶν καὶ παραπλήσια πρὸς ἑαυτὴν τὰ ὅλα ἀπεργάζεται, ὠφελεῖ τε τὰ διοικούμενα ἀφθόνως, μένει δὲ ὡς πολὺ μᾶλλον ἐφ’ ἑαυτῆς τοσούτῳ μᾶλλον τῆς οἰκείας τελειότητος πεπλήρωται. καὶ αὕτη μὲν οὐ γίνεται τῶν μετεχόντων, τὰ δὲ μεταλαμβάνοντα ἴδια ἑαυτῆς ἀπεργάζεται καὶ σώζει μὲν αὐτὰ παντελῶς, μένει δὲ ἐν ἑαυτῇ τελεία καὶ συλλαμβάνει μὲν αὐτὰ ἅμα ἐν ἑαυτῇ, ὑπ’ οὐδενός γε μὴν ἐκείνων οὔτε κρατεῖται οὔτε περιέχεται. Μάτην οὖν ἡ τοιαύτη ὑπόνοια παρενοχλεῖ τοῖς ἀνθρώποις. οὐδὲ γὰρ μερίζεται ὁ θεὸς παρὰ τοὺς διῃρημένους τρόπους τῆς μαντείας, ἀλλ’ ἀμερίστως ἅπαντας κατεργάζεται· οὐδὲ κατὰ χρόνον διῃρημένως ἄλλοτε ἄλλους ἐπιτελεῖ, ἀλλὰ ἀθρόως καὶ ἅμα δημιουργεῖ πάντας κατὰ μίαν ἐπιβολήν· οὐδὲ περὶ τὰ σημεῖα κατέχεται περιειλημμένος ἐν αὐτοῖς ἢ διωρισμένος, ἀλλ’ ἐν ἑαυτῷ καὶ τὰ σημεῖα συνέχει, συνείληφέ τε αὐτὰ ἐν ἑνὶ καὶ προάγει κατὰ μίαν βούλησιν ἀφ’ ἑαυτοῦ. Εἰ δὲ καὶ ἄχρι τῶν ἀψύχων οἷον ψηφιδίων ἢ ῥάβδων ἢ ξύλων τινῶν ἢ λίθων ἢ πυρῶν ἢ ἀλφίτων διήκει τῇ προδηλώσει, αὐτὸ τοῦτο καὶ τὸ θαυμασιώτατόν ἐστι τῆς θείας μαντικῆς προσημασίας, διότι καὶ τοῖς ἀψύχοις ψυχὴν καὶ τοῖς ἀκινήτοις κίνησιν ἐνδίδωσι, ποιεῖ τε πάντα σαφῆ καὶ γνώριμα καὶ λόγου μετέχοντα καὶ ἀφωρισμένα τοῖς τῆς νοήσεως μέτροις, καίτοι μηδένα λόγον ἔχοντα ἀφ’ ἑαυτῶν. καὶ ἄλλο δή τί μοι δοκεῖ δαιμόνιόν τι θαῦμα, ὃ θεὸς ἐν τούτοις διασημαίνει. ὥσπερ γὰρ ἐνίοτε τῶν εὐηθικῶν τινὰ ἀνθρώπων ποιεῖ σοφίας μετὰ λόγου ἀποφθέγγεσθαι, δι’ οὗ πᾶσι κατάδηλον γίνεται, ὡς οὐκ ἀνθρώπινόν τι, θεῖον δὲ τὸ ἔργον ἐστὶ τὸ γεγονός, οὕτω διὰ τῶν ἀπεστερημένων γνώσεως τὰ πάσης γνώσεως προέχοντα νοήματα ἀποκαλύπτει· κἀκεῖνο ἄμα ἀναφαίνει τοῖς ἀνθρώποις ὡς πίστεως ἄξια ὑπάρχει τὰ δεικνύμενα σημεῖα, καὶ ὅτι κρείττων ἐστὶ τῆς φύσεως καὶ ἐξῃρημένος ἀπ’ αὐτῆς ὁ θεός· οὕτω τὰ ἐν τῇ φύσει ἄγνωστα γνωστὰ ποιεῖ καὶ τὰ μὴ γινώσκοντα γινώσκοντα, ἡμῖν τε δι’ αὐτῶν ἐντίθησι φρόνησιν, καὶ δι’ ὅλων τῶν ὄντων ἐν τῷ κόσμῳ κινεῖ τὸν νοῦν ἡμῶν ἐπὶ τὴν ἀλήθειαν, τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων. Οἶμαι δὴ οὖν καὶ ἀπὸ τούτων τὸν τρόπον τῆς μαντικῆς γεγονέναι καταφανῆ παντελῶς ὑπεναντίον ὄντα οἷς ὑφορᾷς σὺ καὶ ὑποπτεύεις. ἡγεμονικὸς γάρ ἐστι καὶ πρωτουργὸς αὐτεξούσιός τε καὶ ὑπερέχων συνειληφώς τε ἐν ταὐτῷ τὰ ὅλα ἀλλ’ οὐκ αὐτὸς περιεχόμενος ὑπό τινων οὐδὲ διειργόμενος ὑπὸ τῶν μεταλαμβανόντων, ἀλλ’ αὐτὸς ἀθρόως καὶ ἀδιορίστως πᾶσιν ἐπιβεβηκὼς καὶ ἐνεξουσιάζων, ἀδιορίστῳ δὲ δυνάμει ἐπικρατῶν τὰ ὅλα καὶ διασημαίνων ἀθρόως. ἀφ’ ὧν δὴ διαλύσεις ῥᾳδίως τὰς ἰδιωτικὰς ταύτας καὶ παρενοχλούσας τοῖς πολλοῖς ἀνθρώποις ἀπορίας, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν καὶ ἄψευστον ἀπὸ πάντων προσημασίαν τῶν θεῶν ἑαυτὸν ἐπανάξεις δεόντως. Ὅτι μὲν οὖν οὐ κατάγεται τὸ θεῖον εἰς τὰ σημεῖα τῆς μαντικῆς διὰ τούτων ἠγωνισάμεθα·