Ancient Greek · ~9 min
Chapter 3
Iamblichus, De Mysteriis 3.18
Not analysed yet
δέχεται δ’ ἡμᾶς ἀγὼν ἐξ ἀγῶνος ἕτερος, οὐκ ἐλάττων τοῦ ἤδη προανυσθέντος, ὂν ἐπάγεις εὐθὺς περὶ τῶν αἰτίων τῆς μαντικῆς, εἰ θεὸς ἢ ἄγγελος ἢ δαίμων ἢ ὁστισοῦν πάρεστι ταῖς ἐπιφανείαις ἢ μαντείαις ἢ ταῖς ὁποιαισοῦν ἱεραῖς ἐνεργείαις; πρὸς δὴ τοῦτο ἀπλοῦς ἐστὶν ὁ παρ’ ἡμῖν λόγος, ὡς οὐχ οἷόν τέ τι τῶν θείων ἔργων δρᾶσθαι ἱεροπρεπῶς ἄνευ τοῦ παρεῖναί τινα τῶν κρειττόνων ἔφορον καὶ ἀποπληρωτὴν τῆς ἱερᾶς ἐνεργείας. ἀλλ’ ὅπου μὲν τέλεια τὰ κατορθώματά ἐστι καὶ αὐτάρκη καὶ ἀνενδεῆ, θεοὶ τούτων εἰσὶν ἡγεμόνες, ὅπου δὲ μέσα καὶ βραχύ τι τῶν ἄκρων ἀπολειπόμενα ἀγγέλους ἔχει τοὺς ἐπιτελοῦντας αὐτὰ καὶ ἐπιδεικνύοντας, τὰ δ’ ἔσχατα δαίμοσι διαπράττεσθαι ἀπονενέμηται· πάντα γε μὴν ἑνί γέ τινι τῶν κρειττόνων ἐπιτέτραπται τῶν θεοπρεπῶν πράξεων ἡ κατόρθωσις· ἐπεὶ οὐδὲ λόγον περὶ θεῶν ἄνευ θεῶν λαλεῖν δυνατόν, μήτοι γε δὴ ἰσόθεα ἔργα καὶ πᾶσαν πρόγνωσιν ἄνευ θεῶν τις ἂν ἐπιτηδεύσειε. τὸ γὰρ ἀνθρώπινον φῦλον ἀσθενές ἐστι καὶ σμικρόν, βλέπει τε ἐπὶ βραχύ, σύμφυτόν τε οὐδένειαν κέκτηται· μία δ’ ἐστὶν ἐν αὐτῷ τῆς ἐνυπαρχούσης πλάνης καὶ ταραχῆς καὶ τῆς ἀστάτου μεταβολῆς ἰατρεία, εἴ τινα μετουσίαν θείου φωτὸς κατὰ τὸ δυνατὸν μεταλάβοι· ὁ δὲ ταύτην ἀποκλείων ταὐτὸν ποιεῖ τοῖς ἐξ ἀψύχων ψυχὴν παράγουσιν ἢ τοῖς ἀπὸ τῶν ἀνοήτων νοῦν ἀπογεννῶσι· καὶ γὰρ αὐτὸς ἀπὸ τῶν μὴ θείων τὰ θεῖα ἔργα ἀναιτίως ὑφίστησι. Τὸ μὲν οὖν θεὸν ἢ δαίμονα ἢ ἄγγελον εἶναι τὸν ἀποτελοῦντα τὰ κρείττονα ἔργα συγχωρήσειεν ἄν τις· οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογούμενον, ὅτε δι’ ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλήσεως ταῦτα ἐπιτελεῖ. κρείττων γὰρ ἀνάγκης ἐστὶν ὁ θεὸς καὶ πᾶς ὁ συναπτόμενος αὐτῷ τῶν κρειττόνων χορός, οὐ τῆς ἐξ ἀνθρώπων ἐπαγομένης μόνον, ἀλλὰ καὶ ὅση τὸν κόσμον κατείληφε· διότι δὴ τὴν ἄυλον φύσιν καὶ μηδεμίαν παραδεχομένην ἐπίκτητον τάξιν οὐκ ἔστι δουλεύειν οὐδεμιᾷ ἀλλαχόθεν ἐπεισιούσῃ ἀνάγκῃ. εἶτα μέντοι καὶ ἡ κλῆσις καὶ τὰ δρώμενα ὑπὸ τοῦ ἐπιστήμονος τῇ ἐξομοιώσει καὶ τῇ οἰκειώσει προστρέχει τοῖς κρείττοσιν αὐτὰ καὶ συνάπτεται, ἀλλ’ οὐχὶ διὰ βίας ἀπεργάζεται τὴν ἑαυτῶν ἐνέργειαν. Οὐ τοίνυν, ὡς σὺ νενόμικας, παθόντος τοῦ ἐπιστήμονος θεουργοῦ τὰ γινόμενα ὁρᾶται εἰς τοὺς θεσπίζον τας, οὐδὲ πάθους προηγησαμένου εἰς τὸν χρησμῳδοῦντα διὰ τῆς ἀνάγκης οὕτως ἐπιτελεῖται ἡ μαντεία, ἀλλότρια γὰρ ταῦτα τῆς τῶν κρειττόνων οὐσίας καὶ πρὸς ἄλλα ἐνάρμοστα ὑπάρχει·