Ancient Greek · ~8 min
Chapter 3
Iamblichus, De Mysteriis 3.20
Not analysed yet
Ἄρ’ οὖν ἀφιέμενοι τούτων εὐλόγως ἂν τὴν δευτέραν παρὰ σοὶ τιθεμένην αἰτιολογίαν περὶ τῶν αὐτῶν ἀπο δειξαίμεθα ὡς ἡ ψυχὴ ταῦτα λέγει τε καὶ φαντάζεται, καὶ ἔστι ταύτης πάθη ἐκ μικρῶν αἰθυγμάτων ἐγειρόμενα. ἀλλ’ οὔτε ἔχει φύσιν ταῦτα οὔτε ὁ λόγος αἱρεῖ ὡδὶ ὑπολαμβάνειν· πᾶν μὲν γὰρ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς γίγνεται, καὶ τὸ συγγενὲς ὑπὸ τοῦ συγγενοῦς ἀποτελεῖται, τὸ δὲ θεῖον ἔργον οὔτε αὐτόματόν ἐστιν (ἀναίτιον γὰρ τὸ τοιοῦτον καὶ οὐ πάντως τεταγμένον) οὔτε ἀπ’ ἀνθρωπίνης αἰτίας ἀπογεννᾶται· ἀλλότριον γὰρ καὶ τοῦτο καὶ ὑποδεέστερον, τὸ δὲ τελειότερον ὑπὸ τοῦ ἀτελοῦς οὐκ ἔχει δύναμιν παράγεσθαι. πάντα ἄρα ἀπὸ θείας αἰτίας ἀποβλαστάνει τὰ προσόμοια αὐτῇ ἔργα φυόμενα. ἡ γὰρ ἀνθρωπίνη ψυχὴ κατέχεται ὑφ’ ἑνὸς εἴδους καὶ ὑπὸ τοῦ σώματος πανταχόθεν ἐπισκοτεῖται· ὅπερ εἴτε Ἀμέλητα ποταμὸν εἴτε Λήθης ὕδωρ εἴτε ἄγνοιαν καὶ παραφροσύνην εἴτε διὰ παθῶν δεσμὸν εἴτε ζωῆς στέρησιν ἢ ἄλλο τι τῶν κακῶν ἐπονομάσειεν, οὐκ ἄν τις ἐπαξίως εὕροι τὴν ἀτοπίαν αὐτοῦ προσονομάσαι. πότε οὖν ὑπὸ τοιούτου εἱρμοῦ κατεχομένη ἱκανή ποτε ἂν γένοιτο πρὸς τὴν τοιαύτην ἐνέργειαν, οὐκ ἔστιν οὐδαμῶς τοῦτο εὔλογον ὑπολαμβάνειν. Εἰ γὰρ πού τι καὶ δοκοῦμεν εἶναι δυνατοὶ ποιεῖν τῷ μετέχειν καὶ καταλάμπεσθαι ὑπὸ τῶν θεῶν, τούτῳ μόνῳ καὶ τῆς θείας ἐνεργείας ἀπολαύομεν. διὰ τοῦτο οὐχ ἡ τὴν οἰκείαν ἔχουσα ἀρετὴν καὶ φρόνησιν ψυχή, αὕτη καὶ τῶν θείων ἔργων μετέχει· καίτοι εἰ ψυχῆς ἦν τὰ τοιαῦτα ἔργα, ἢ πᾶσα ἂν αὐτὰ ψυχὴ ἀπειργάζετο, ἢ μόνη ἡ τὴν οἰκείαν ἔχουσα τελειότητα· νῦν δὲ οὐδετέρα αὐτῶν ἱκανῶς εἰς τοῦτο παρεσκεύασται· ἀλλὰ καὶ ἡ τελεία ὡς πρὸς τὴν θείαν ἐνέργειάν ἐστιν ἀτελής. ἄλλη ἄρα ἡ θεουργός ἐνέργεια, καὶ παρὰ μόνων θεῶν ἡ τῶν θείων ἔργων ἐνδίδοται κατόρθωσις, ἐπεὶ οὐδ’ ἐχρῆν ὅλως τῇ θεραπείᾳ τῶν θεῶν χρῆσθαι, ἀλλὰ τούτῳ γε τῷ λόγῳ ἄνευ τῆς θρησκείας παρ’ ἑαυτῶν ἂν ἡμῖν ὑπῆρξε τὰ θεῖα ἀγαθά. εἰ δὴ ταῦτα μανιώδη τὰ δοξάσματά ἐστι καὶ ἀνόητα, ἀφίστασθαι χρὴ καὶ τῆς τοιαύτης ὑπονοίας, ὡς αἰτίαν παρεχομένης ἀξιόλογον πρὸς τὴν τῶν θείων ἔργων ἀποπλήρωσιν.