Ancient Greek · ~8 min
Chapter 3
Iamblichus, De Mysteriis 3.21
Not analysed yet
Μήποτε οὖν ὃ τρίτον προσέθηκάς ἐστιν ἀληθέστερον, ὡς ἄρα μικτόν τι γίνεται ὑποστάσεως εἶδος ἐξ ἡμῶν τε τῆς ψυχῆς καὶ ἔξωθεν θείας ἐπιπνοίας. ὅρα δὴ οὖν αὐτὸ ἀκριβέστερον, μή ποι λάθωμεν παρ’ αὐτοῦ παραποδισθέντες καὶ τῆς ἐν αὐτῷ φαινομένης εὐπρεπείας. εἰ γὰρ πού τι ἐκ δυοῖν ἓν ἀποτέλοιτο, ὁμοειδὲς τοῦτο καὶ ὁμοφυὲς πᾶν ἐστὶ καὶ ὁμοούσιον· οὕτω τὰ στοιχεῖα συνερχόμενα εἰς ταὐτὸ ἐκ πολλῶν ἕν τι ἀπεργάζεται, καὶ ψυχαὶ πλείονες εἰς ψυχὴν μίαν τὴν ὅλην συμπήγνυνται. οὐ μέντοι τὸ παντελῶς ἐξῃρημένον πρὸς τὸ ἐκβεβηκὸς ἑαυτοῦ γένοιτο ἄν ποτὲ ἕν, οὐδὲ ψυχὴ τοίνυν μετὰ τῆς θείας ἐπιπνοίας ἕν τι ποιεῖ ὑποστάσεως εἶδος. εἰ γὰρ ἄμικτόν ἐστι τὸ θεῖον οὐδ’ ἡ ψυχὴ πρὸς αὐτὸ συμμίγνυται, καὶ εἰ ἀμετάβλητον ὑπάρχει οὐκ ἂν ἐκ τῆς συγκράσεως εἰς τὸ κοινὸν ἀπὸ τοῦ ἁπλοῦ μεταβληθείη. Πρότερον μὲν οὖν μικρὰ αἰθύγματα ἀνεγείρειν ἐνό μιζόν τινες καὶ θεῖα ἐν ἡμῖν εἴδη, ἅπερ εἴτε φυσικὰ εἴτε ἄλλως ὁπωσοῦν ἦν σωματοειδῆ, ἀδύνατα δήπουθεν ἦν ἐκ τῶν τυχόντων εἰς τὰ θεῖα μεθίστασθαι· ἐν δὴ τῷ παρόντι τὴν ψυχὴν ἀποφαίνονται συναιτίαν τῆς θείας συγκράσεως, καὶ δῆλον ὅτι ἰσάξιος γίνεται τοῖς θεοῖς, δίδωσί τε αὐτοῖς τι μόριον καὶ ἐν τῷ μέρει δέχεται ἀπ’ ἐκείνων, μέτρα τε τοῖς κρείττοσιν ἐπιθήσει καὶ αὐτὴ ἀπ’ ἐκείνων ὁρισθήσεται· ὃ δὲ δεινότατον ὧν λέγουσί τινες, ὅτι καὶ ἐν στοιχείων τάξει οἱ θεοὶ προηγούμενοι ἐνυπάρξουσι τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, καὶ ἔσται τι παραγόμενον ἀπὸ χρόνου καὶ τῆς κατὰ χρόνον συμμίξεως ὃ περιέχει τοὺς θεοὺς ἐν ἑαυτῷ. τί δὲ δὴ καὶ ἔστι τοῦτο τὸ σύμμικτον τῆς ὑποστάσεως εἶδος; εἰ μὲν γὰρ τὸ συναμφότερον, οὐκ ἔσται ἓν ἐκ δυοῖν ἀλλὰ σύνθετόν τι καὶ συμπεφορημένον ἀπὸ τῶν δύο· εἰ δ’ ὡς ἕτερον ἀμφοῖν, μετάβλητα ἔσται τὰ ἀίδια, καὶ τὰ θεῖα τῶν ἐν τῇ γενέ σει φυσικῶν οὐδεν διοίσει· και τὸ γιγνόμενον ἄτοπον μὲν ἔσται ἀίδιον φυόμενον διὰ γενέσεως, ἀτοπώτερον δέ τι διαλυθήσεται ἐξ ἀιδίων ὑφεστηκός. οὐδαμῶς ἄρα οὐδὲ ἡ τοιαύτη δόξα περὶ τῆς μαντείας ἔχει τινὰ λόγον. Νοήσωμεν δ’ ἔτι καὶ τὴν παράδοξον ταύτην ὑπόληψιν, εἴτε μίαν τις αὐτὴν θείη εἴτε δύο.