Ancient Greek · ~9 min
Chapter 3
Iamblichus, De Mysteriis 3.22
Not analysed yet
λέγεις τοίνυν ὡς ἡ ψυχὴ γεννᾷ δύναμιν φανταστικὴν τοῦ μέλλοντος διὰ τοιούτων κινημάτων, ἢ τὰ προσαγόμενα ἀπὸ τῆς ὕλης ὑφίστησι διὰ τῶν ἐνουσῶν δυνάμεων δαίμονας, καὶ μάλιστα ἡ ἀπὸ τῶν ζώων εἰλημμένη. δοκεῖ δέ μοι ταῦτα δεινὴν παρανομίαν ἐμφαίνειν εἰς ὅλην τὴν θεολογίαν τε καὶ τὴν θεουργικὴν ἐνέργειαν· ἓν μὲν γὰρ ἄτοπον πρῶτον καταφαίνεται, εἰ γεννητοί εἰσι καὶ φθαρτοὶ οἱ δαίμονες· ἕτερον δὲ τούτου δεινότερον, εἰ ἀπὸ τῶν ὑστέρων ἑαυτῶν παράγονται πρότεροι αὐτῶν ὄντες· ψυχῆς γὰρ δήπου καὶ τῶν περὶ τοῖς σώμασι δυνάμεων προϋφεστήκασιν οἱ δαίμονες. πρὸς τούτοις πῶς δύναται τὰ τῆς μεριστῆς ψυχῆς ἐν σώματι κατεχομένης ἐνεργήματα εἰς οὐσίαν καθίστασθαι, καὶ ταῦτα χωριστὰ εἶναι ἔξω τῆς ψυχῆς καθ’ ἑαυτά; ἢ πῶς αἱ περὶ τοῖς σώμασι δυνάμεις ἀφίστανται τῶν σωμάτων καίτοι ἐν τοῖς σώμασι τὸ εἶναι ἔχουσαι; τίς δὲ δή ἐστιν ὁ ἀπολύων αὐτὰς ἀπὸ τῆς σωματικῆς συστάσεως, καὶ σωματικὴν διάλυσιν συνάγων πάλιν εἰς μίαν σύνοδον; ἔσται γὰρ οὕτω προϋπάρχων ὁ τοιοῦτος δαίμων πρὸ τοῦ ὑποστῆναι· ἔχει δὲ καὶ τὰς κοινὰς ἀπορίας ὁ λόγος· πῶς γὰρ δήποτε ἀπὸ τῶν μὴ ἐχόντων μαντικὴν μαντικὴ φύεται, καὶ ἀπὸ τῶν μὴ ἐχόντων ψυχὴν σωμάτων ψυχὴ ἀπογεννᾶται; ἢ τὸ ὅλον φάναι πῶς ἀπὸ τῶν ἀτελεστέρων τελειότερα παράγεται; καὶ ὁ τρόπος δὲ τῆς παραγωγῆς φαίνεταί μοι ἀδύνατος· τὸ γὰρ διὰ κινημάτων τῆς ψυχῆς καὶ διὰ τῶν ἐν τοῖς σώμασι δυνάμεων παράγεσθαι οὐσίαν, ἀδύνατον. ἀπὸ γὰρ τῶν μὴ ἐχόντων οὐσίαν οὐσία οὐχ οἵα τέ ἐστιν ἀποτελεῖσθαι. Πόθεν δὲ καὶ φανταστικὴ τοῦ μέλλοντος γίνεται; παρὰ τίνος λαβοῦσα τὸ μαντικόν; ὁρῶμεν γὰρ δήπου τῶν ἐνσπειρομένων διὰ γενέσεως οὐδὲν οὐδέποτε πλείονός τινος μεταλαμβάνοντος ἢ ὅσον δίδοται αὐτῷ ἀπὸ τοῦ πρώτως ἑαυτὸ ἀπογεννῶντος. τὸ δ’ ἔοικε προσθήκην τινὰ περιττοτέραν παραδέχεσθαι ἀπὸ τοῦ μὴ ὄντος· εἰ μὴ ἄρα τις λέγοι τῇ ἀπὸ τῶν ζώων ὕλῃ τοὺς δαίμονας ἐπιβεβηκέναι, προσαγομένης δὲ αὐτῆς συμπαθῶς πρὸς αὐτὴν κινεῖσθαι. οὐκοῦν κατά γε ταύτην τὴν δόξαν οὐκ ἀπογεννῶνται οἱ δαίμονες ἀπὸ τῶν ἐν τοῖς σώμασι δυνάμεων, προηγούμενοι δ’ αὐτῶν καὶ προϋπάρχοντες συγκινοῦνται αὐταῖς ὁμοειδῶς. εἰ δὲ δὴ ὅτι μάλιστα καὶ οὕτως εἰσὶ συμπαθεῖς, οὐχ ὁρῶ τίνα τρόπον εἴσονταί τε περὶ τοῦ μέλλοντος ἀληθές. οὐ γὰρ συμπαθοῦς δυνάμεως οὐδ’ ἐνύλου καὶ κατεχομένης ἔν τινι τόπῳ καὶ σώματι τὸ προγιγνώσκειν μὲν καὶ προμηνύειν τὸ μέλλον, ἀλλὰ τοὐναντίον τῆς ἀπὸ πάντων τούτων ἀπολελυμένης. καὶ αὕτη δὴ οὖν ἡ δόξα τοιαύτας ἐχέτω τὰς εὐθύνας.