Ancient Greek · ~9 min
Chapter 3
Iamblichus, De Mysteriis 3.26
Not analysed yet
Πολλὰ μὲν οὖν ἄν τις θαυμάσειε καὶ ἄλλα τῆς ἀντιλογικῆς καινοτομίας, ἀτὰρ δὴ καὶ τὴν ἐναντίωσιν τῶν δοξασμάτων καταπλαγείη ἂν εἰκότως, εἰ τῆς ὅλης ὑποθέσεως φαινομένης μόνον παρὰ τοῖς γόησιν, οὔσης δὲ οὐδαμῶς καὶ παρὰ τοῖς ἐκ πάθους ἢ νοσήματος ὁρμωμένοις, ἀπατηλῶς πάντῃ διακειμένοις τολμᾷ λέγειν, ὡς ἔνεστι καὶ τῆς ἀληθείας αὐτοὺς τυγχάνειν. ποία γὰρ ἀρχὴ τῶν ἀληθῶν ἢ τίς ἀφορμὴ ἢ μικρὰ ἢ μείζων ἐνυπάρξειε τῆς ἐπὶ τὸ ἐν αὐτοῖς ἐπιβολῆς; δεῖ δὲ μὴ τοιαύτην λαμβάνειν τὴν ἀλήθειαν, οἵα γένοιτ’ ἄν ποτε καὶ κατὰ συντυχίαν· ἐπεὶ τοί γε καὶ τοῖς εἰκῆ φερομένοις συμπίπτει γράφεσθαι· μηδὲ τοιαύτην οἷα τὰ δρώμενα πρὸς τὰ δρῶντα συνομολογεῖ συμφώνως· καὶ γὰρ καὶ ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις τῶν ζώων ταῦτα σύνεστιν· οὐδὲν οὖν ἔχει οἰκεῖον οὐδὲ θεῖον οὐδὲ κρεῖττον τῆς κοινῆς φύσεως ἀληθές· ἀλλ’ ἥτις ἕστηκε κατ’ ἐνέργειαν ὡσαύτως καὶ παροῦσαν ἔχει τῶν ὄντων τὴν ὅλην εἴδησιν, τῇ τε οὐσίᾳ τῶν πραγμάτων συμφυής ἐστι· καὶ ἀπτῶτι τῷ λόγῳ χρῆται καὶ τελείως οἶδε πάντα καὶ ἀραρότως καὶ ὡρισμένως. ταύτην τῇ μαντείᾳ συναπτέον. πολλοῦ ἄρα δεῖ φυσική τις εἶναι αὕτη, οἵα τῶν ζώων ἐνίοις σεισμῶν ποτὲ καὶ ὑετῶν ἐμπέφυκε πρόληψις. συμπαθὴς γὰρ αὕτη ἄλλως συμβαίνει συγκινουμένων τινῶν ζώων μοίραις τισὶ τοῦ παντὸς καὶ δυνάμεσιν, ἢ διά τινα αἰσθήσεως ὀξύτητα προαισθανομένων τῶν περὶ τὸν ἀέρα μὲν ἤδη συμπιπτόντων πραγμάτων, οὐδέπω δὲ τοῖς περὶ γῆν τόποις συμφερομένων. Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, οὐ δεῖ, εἴ τινα ἐκ φύσεως ἐπιβολὴν εἰς τὰ ὄντα παρειλήφαμεν ἢ τοῦ μέλλοντος ἐπαφήν, ἐγκρίνειν ταύτην ὡς μαντικὴν πρόγνωσιν· ἀλλ’ ὁμοία μέν ἐστι μαντικῇ, πλὴν οὐδὲν αὐτῇ βεβαιότητος ἢ ἀληθείας ἀπολείπεται· τὸ δ’ ὡς ἐπὶ τὸ πολὺ τυγχάνον οὐκ ἀεί ἐστι· καὶ ἐπί τινων μέν, οὐχὶ δ’ ἐπὶ πάντων ἀληθὲς ἐροῦσι· ὅθεν δὴ οὐδ’ εἴ τίς ἐστιν ἐν ταῖς τέχναις, ὥσπερ ἐν κυβερνητικῇ τε καὶ ἰατρικῇ προσκοποῦσα τὸ μέλλον μάθησις, οὐδὲν προσήκει τῇ θείᾳ προγνώσει· ἐξ εἰκότων γὰρ ἀναλογίζεται τὸ μέλλον καὶ σημείοις τισὶ τεκμηριοῦται καὶ τούτοις οὐκ ἀεὶ πιστοῖς οὐδ’ ὡσαύτως συνηρτημένον ἔχουσι τὸ δηλούμενον, οὗπέρ ἐστι τὰ σημεῖα δείγματα. τῆς δὲ θείας προνοίας τῶν ἐσομένων βέβαιος ἡ εἴδησις προηγεῖται, καὶ ἀπὸ τῶν αἰτίων ἀμετάπτωτος ἡ πίστωσις, συνηρτημένη τε πάντων πρὸς ἅπαντα ἀδιάλυτος κατάληψις, καὶ ὡσαύτως ἀεὶ μένουσα τῶν ὅλων ὥσπερ παρόντων καὶ ὡρισμένων διάγνωσις.