Ancient Greek · ~12 min
Chapter 3
Iamblichus, De Mysteriis 3.27.1
Not analysed yet
Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια τῶν ὡς ἐν ἑνὶ ζώῳ τῷ παντὶ μερῶν προδηλώσεις ἔχει τινῶν πρὸς ἄλληλα, οὐδ’ ὅτι τὰ σώματα οὕτω κατεσκεύασται ὡς εἶναι προσημασίαν ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα. καὶ πάνυ γὰρ ταῦτα ἐναργῶς ὁρώμενα τῆς θείας μαντικῆς ἴχνος τι τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον παρεσπάσατο· οὐδὲ γὰρ δυνατὸν ἄμοιρα αὐτῆς εἶναί τινα παντελῶς· ἀλλ’ ὥσπερ ἐν πᾶσιν εἰκὼν τἀγαθοῦ τὸν θεὸν ἐμφέρεται, οὕτω καὶ τῆς θείας μαντικῆς εἴδωλόν τι ἀμυδρὸν ἢ καὶ ἐναργέστερον ἐν αὐτοῖς καταφαίνεται. ἀλλ’ οὐδὲν τούτων ἐστὶν οἷον τὸ θεῖον τῆς μαντικῆς εἶδος, οὐδ’ ἀπὸ τῶν πολλῶν τῶν εἰς τὴν γένεσιν ἀπ’ αὐτῆς καθηκόντων φαντασμάτων τὸ ἓν αὐτῆς καὶ θεῖον καὶ ἄμικ τον εἶδος χαρακτηριστέον· οὐδ’ εἴ τινα ἄλλα πορρωτέρω καὶ τούτων ἀπῴκισται ψευδῆ καὶ ἀπατηλὰ ἰνδάλματα, ταῦτα παραφέρειν ἄξιον εἰς τὴν περὶ αὐτῆς κρίσιν. ἀλλ’ ἕνα λόγον καὶ μίαν τάξιν καὶ καθ’ ἓν τὸ θεῖον εἶδος καὶ κατὰ μίαν τὴν νοητὴν καὶ ἀμετάπτωτον ἀλήθειαν συλληπτέον αὐτό, ὡσαύτως καὶ τὴν ἄλλοτε ἄλλως ἐξισταμένην μεταβολήν ὡς ἀστάθμητον καὶ ἀνάρμοστον τοῖς θεοῖς ἀτιμάζοντας. Εἰ δὴ τοιοῦτόν ἐστι τὸ ὄντως μαντικὸν θεῖον ἔργον, τίς οὐκ ἂν αἰσχυνθείη τὴν ἄνευ διανοίας καὶ οὐ τὰ γιγνόμενα ἀποτελοῦσαν φύσιν παραφέρειν, ὡς κατασκευήν τινα ἀπεργαζομένην ἐν ἡμῖν μαντικήν, καὶ τοῖς μὲν μᾶλλον ἐντιθεῖσαν τοῖς δὲ ἧττον τὴν ἐπιτηδειότητα ταύτην; ἐν οἷς μὲν γὰρ ἄνθρωποι πρὸς τὴν οἰκείαν τελειότητα ἀφορμὰς εἰλήφασι παρὰ τῆς φύσεως, ἐν τούτοις καὶ τῆς φύσεως προηγοῦνταί τινες ἐπιτηδειότητες· ἐν οἷς δὲ ἀνθρώπινον μὲν οὐδὲν ἔργον πρόκειται, οὐδὲ τέλος ἡμέτερον· θεῖον δ’ εἴ τι προτέτακται πρεσβύτερον τῆς φύσεως ἡμῶν ἀγαθόν, οὐκ ἔστιν ὅπως ποτὲ ἐν τούτοις εὐφυία τις ἂν ὑποκατασκευασθείη· ὧν γάρ εἰσιν αἱ τελειότητες, τούτων ἐγγίγνονται καὶ αἱ ἀτελεῖς κατασκευαί. ἀνθρώπων δέ εἰσιν αὗται ἀμφότεραι αἱ ἕξεις· ἃ δ’ ἐστὶ μὴ ὡς ἀνθρώποις παρόντα, τούτων οὐκ ἔσται ποτὲ ἐκ φύσεως παρασκευή· θείας ἄρα μαντικῆς οὐδέν ἐστι σπέρμα ἐν ἡμῖν ἐκ φύσεως· ἀλλ’ εἰ μέν τις κοινότερον καὶ ἀνθρωπίνην τινὰ καλοίη μαντικήν, τῆς ἀνθρωπίνης ἔστω φυσική τις παρασκευή· ἣν δ’ ἂν ὄντως τις μαντικὴν ἐπονομάσειε, τὴν τοῖς θεοῖς προσήκουσαν, οὐ δεῖ νομίζειν ταύτην ἐνσπείρεσθαι ἀπὸ φύσεως· τά τε γὰρ ἄλλα καὶ τὸ ἀόριστον αὐτῇ κατὰ τὸ μᾶλλον καὶ ἧττον συνομαρτεῖ, καὶ διὰ τοῦτο δὲ τῆς μενούσης ἐν σταθεροῖς πέρασι μαντικῆς θείας χωρὶς διέστηκε. Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν εἶναι λέγῃ τὴν μαντικήν. φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους, δεσμεῖν τε ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισμένα ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχο μένων, ὥστε ἐκ φαύλων σπουδαίας ἀπεργάζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν γίγνεσθαι διασημαίνει· χρὴ δὲ οὐ τοῦτο μόνον προλαμβάνειν, ἀλλὰ καὶ τίς ἐπίπνοια θεία παραγενομένη τὴν θείαν μαντικὴν ἀπεργάζεται τελείως ἀφορίζεσθαι· εἰ δὲ μή, οὐ πρότερον ἐσόμεθα γνωμονικοὶ ταύτης, ἐὰν μὴ τὸ οἰκεῖον ἐπ’ αὐτῇ σημεῖον ἐπιβάλλοντες, ἴδιον αὐτῇ γνώρισμα καθάπερ τινὰ σφραγῖδα προσαρμόσωμεν. Καὶ τοῦτο μὲν ὀλίγον ἔμπροσθεν ἡμῖν διηκρίβωται·