Ancient Greek · ~7 min
Chapter 3
Iamblichus, De Mysteriis 3.29
Not analysed yet
Διὰ τί δὴ οὖν αὐτὸς μὲν ὁ ταῦτα δρῶν εἰδωλοποιὸς ἀνὴρ ἑαυτὸν ἀφίησι βελτίονα ὄντα καὶ ἐκ βελτιόνων γεγονότα, τοῖς δὲ ἀψύχοις εἰδώλοις καὶ μόνῃ τῇ ἐμφάσει τῆς ζωῆς ἐπιπνεομένοις, ἁρμονίᾳ τε ἐπισκευαστῇ καὶ πολυειδεῖ συνεχομένοις ἔξωθεν, ἐφημέροις τε ἀτέχνως οὖσιν ἀποπιστεύειν φαίνεται; πότερον τὸ γνήσιον καὶ ἀληθὲς ἐν αὐτοῖς ὑπάρχει; ἀλλ’ οὐδὲν τῶν ὑπὸ ἀνθρωπίνης τέχνης συμπλαττομένων εἰλικρινές ἐστι καὶ καθαρόν. ἀλλὰ τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐνεργείας ἢ τῆς ὅλης συστάσεως ἐν αὐτοῖς ἐπικρατεῖ; παντὸς μὲν οὖν λείπει· κατὰ γὰρ τὴν φαινομένην σύνθεσιν ἐκ παντοδαπῶν καὶ ὑπεναντίων ποιοτήτων συμπεφόρηται. ἀλλὰ δύναμίς τις ἀκραιφνὴς καὶ τελεία διαφανής ἐστιν ἐν αὐτοῖς; οὐδαμῶς. ἐπεὶ πολλαχόθεν ἐπίκτητόν τι συγκεκρότηται τὸ τοιοῦτον πλῆ θος τῶν ἀπορροιῶν ἀσθενὲς καὶ ἐξίτηλον ἐπιδεικνύμενον. ἀλλ’ εἰ μὴ ταῦτα, τὸ μόνιμον πάρεστι τοῖς εἰδώλοις οἷς λέγουσιν οὗτοι; πολλοῦ γε καὶ δεῖ. ἐπεὶ ταῦτά γε πολὺ θᾶττον τῶν ἐν κατόπτροις ὁρωμένων εἰδώλων ἀποσβέννυται. ἐπιτιθέντος μὲν γὰρ τοῦ θυμιάματος ἀπὸ τῶν ἀναφερομένων ἀτμῶν συνίσταται εὐθύς, ἀνακραθέντος δὲ εἰς τὸν ὅλον ἀέρα καὶ διαχυθέντος καὶ αὐτὸ εὐθὺς διαλέλυται, καὶ οὐδ’ ἀκαρῆ πέφυκεν ἐπιμένειν. Διὰ τί δὴ οὖν ἔσται περισπούδαστος ἀνδρὶ φιλοθεάμονι τῆς ἀληθείας ἡ περιττὴ αὕτη θαυματοποιία; ἐγὼ μὲν οὐδενὸς ἀξίαν αὐτὴν ἡγοῦμαι. καὶ εἰ μὲν γινώσκουσα αὐτὰ ταῦτα ἐφ’ οἷς ἐσπούδακε καὶ περὶ ἃ διατρίβει, τὰ πλάσματα τῆς παμπαθοῦς ὕλης ἀσπάζεται, ἁπλοῦν ἂν ἔχοι τὸ κακόν. πλὴν ἐκεῖνό γε αὐτῇ ὑπάρξει, τὸ ἀφομοιωθῆναι τοῖς εἰδώλοις ἐν οἷς τὴν πίστιν ἑαυτῆς ἵδρυσεν. εἰ δὲ καὶ ὡς θεοῖς προσέχει τοῖς εἰδώλοις τούτοις, οὔτε λόγῳ ῥητὸν οὔτε ἔργῳ φορητὸν ἔσται τὸ ἄτοπον. οὐδέποτε γὰρ εἰς τὴν τοιαύτην ψυχὴν ἐπιλάμψει τις αὐγὴ θεία· οὔτε γὰρ πέφυκεν ἐνδίδοσθαι αὐτῇ τοῖς ἅπαξ ἀντιδρασθεῖσιν, οὔτε ἔχει χώραν εἰς ἣν δέξηται αὐτὴν τὰ κατεχόμενα ὑπὸ τῶν σκιοειδῶν φαντασμάτων· σκιαῖς οὖν συνέσται πολλοσταῖς ἀπὸ τῆς ἀληθείας ἡ τοιάδε τῶν φαντασμάτων θαυματουργία.