Ancient Greek · ~14 min
Chapter 3
Iamblichus, De Mysteriis 3.28.1
Not analysed yet
ὃ δὲ προτείνεις ὡς οὐδαμῶς ἀπόβλητον τὸ ἀναγεννητικοὺς εἶναι τῶν δραστικῶν εἰδώλων, θαυμάσαιμ’ ἂν εἴ τις ἀποδέξαιτο τῶν τὰ ἀληθινὰ εἴδη τῶν θεῶν θεωρούντων θεουργῶν. διὰ τί γὰρ ἄν τις εἴδωλα ἀντὶ τῶν ὄντως ὄντων ἀνταλλάξαιτο, καὶ ἀπὸ τῶν πρωτίστων ἐπὶ τὰ ἔσχατα ἂν ἀπενεχθείη; ἢ οὐκ ἴσμεν ὡς πάντα ἀμυδρῶς ἐστὶ κατὰ τὴν τοιαύτην σκιαγραφίαν, καὶ οὔτε ἀληθῆ φαντάσματά ἐστι τοῦ ἀληθοῦς, καὶ τὰ ἀγαθὰ δοκοῦντα φαίνεται, ὄντα δὲ οὐδέποτε; καὶ τὰ ἄλλα ὡσαύτως ἐν τῷ γίγνεσθαι ἐπεισ έρχεται φερόμενα, γνήσιον δὲ οὐδὲν οὐδὲ τέλειον οὐδὲ ἐναργὲς κέκτηνται. δηλοῖ δὲ καὶ ὁ τρόπος αὐτῶν τῆς ποιήσεως. οὐ γὰρ θεὸς αὐτῶν ἐστι ποιητὴς ἀλλ’ ἄνθρωπος· οὐ δ’ ἐκ τῶν ἑνοειδῶν καὶ νοητῶν οὐσιῶν παράγεται, ἀλλ’ ἀπὸ τῆς ὕλης τῆς λαμβανομένης. τί οὖν ἀγαθὸν γένοιτο ἂν ἐξ ὕλης βλαστάνον καὶ τῶν περὶ τὴν ὕλην καὶ ἐν τοῖς σώμασιν ὑλικῶν καὶ σωματοειδῶν δυνάμεων; ἢ ἀπ’ ἀνθρωπίνης τέχνης ὑφιστάμενον ἀσθενέστερον καὶ αὐτῶν τῶν ἀνθρώπων ὑπάρχον, τῶν τὸ εἶναι αὐτῷ παρεχομένων; ποίᾳ δέ τινι καὶ τέχνῃ πλάττεται τουτὶ τὸ εἴδωλον; λέγεται μὲν γὰρ ὡς τῇ δημιουργικῇ· ἀλλ’ αὕτη γε τῶν ἀληθινῶν ἦν οὐσιῶν ἀλλ’ οὐχὶ εἰδώλων τινῶν ἐπιτελεστική· ὥστε καὶ ἡ εἰδωλοποιητικὴ τέχνη πολλοστή τίς ἐστιν ἀπὸ τῆς φυτουργοῦ τῶν ἀληθινῶν δημιουργίας· ἀλλ’ οὐδὲ ἀναλογίαν τινὰ πρὸς τὴν θείαν ποίησιν ἀποσώζει· οὐ γὰρ διὰ τῶν οὐρανίων φυσικῶν κινήσεων ἢ τῆς κατὰ μέρος ὕλης ἢ τῶν δυνάμεων τῶν οὕτως διῃρημένων ὁ θεὸς δημιουργεῖ πάντα· ταῖς δὲ ἐννοίαις καὶ βουλήσεσι καὶ τοῖς ἀύλοις εἴδεσι διὰ τῆς ἀιδίου τε καὶ ὑπερκοσμίου καὶ ἐγκοσμίου ψυχῆς δημιουργεῖ τοὺς κόσμους· ὁ δὲ δὴ τῶν εἰδώλων ποιητὴς λέγεται μὲν ὡς διὰ τῶν περιπολούντων ἀστέρων αὐτὰ ἀπεργάζεται. Οὐ μήν, ὣς γε οὑτωσὶ δόξαι, ἔχει τῷ ὄντι καὶ ἐπὶ τῆς ἀληθείας. οὐσῶν γὰρ περὶ τοὺς οὐρανίους θεοὺς ἀπείρων δή τινων δυνάμεων ἓν γένος τῶν ἐν αὐταῖς πάντων ἔσχατόν ἐστι, τὸ φυσικόν. τούτου δὲ αὖθις τὸ μὲν ἐν λόγοις σπερματικοῖς τε καὶ πρὸ τῶν σπερματικῶν τοῖς ἀκινήτοις ἱδρυμένον προηγεῖται καθ’ ἑαυτὸ πρὸ τῆς γενέσεως· τὸ δὲ ἐν ταῖς αἰσθηταῖς καὶ φανεραῖς κινήσεσί τε καὶ δυνάμεσιν, ἀπορροίαις τε ταῖς ἐξ οὐρανοῦ καὶ ποιότησιν, ἐνδυναστεύει παρὰ πᾶσαν τὴν φανερὰν διακόσμησιν· οἷς πᾶσι τὸ τελευταῖον ἐν τοῖς περὶ γῆν τόποις ἐπάρχει τῆς περιγείου φανερᾶς γενέσεως· τῇ δὲ τῆς φανερᾶς γενέσεως ἐπικρατείᾳ καὶ ταῖς δι’ αἰσθήσεως φαινομέναις ποιότησι τῶν ἀπ’ οὐρανοῦ καταπεμπομένων ἀπορροιῶν ἄλλαι τε πολλαὶ τέχναι χρῶνται, ὥσπερ ἰατρική τε καὶ γυμναστικὴ καὶ πᾶσαι ὅσαι κοινωνοῦσι τῇ φύσει τὴν ἑαυ τῶν ἀπεργασίαν· καὶ δὴ καὶ εἰδωλοποιία μοῖράν τινα γενεσιουργὸν ἀπ’ αὐτῶν ἕλκει λίαν ἀμυδράν. Ὥσπερ οὖν ἔχει τὸ ἀληθές, οὕτω δεῖ καὶ ἀποφαίνεσθαι, ὅτι δὴ αὐταῖς μὲν ταῖς περιφοραῖς ἢ ταῖς ὑπαρχούσαις ἐν αὐταῖς δυνάμεσιν ἢ ταῖς κατὰ φύσιν περὶ αὐτὰ ἐνιδρυμέναις οὔτε χρῆται εἰδωλοποιός, οὔθ’ ὅλως δυνατός ἐστιν αὐτῶν ἐφάπτεσθαι· ταῖς δὲ ἀπὸ τῆς φύσεως αὐτῶν ἐσχάταις ἀπορρεούσαις ἐν τῷ φανερῷ περὶ τὸ τελευταῖον μέρος τοῦ παντὸς τεχνικῶς προσφέρεται, ἀλλ’ οὐ θεουργικῶς. αὗται γάρ, οἶμαι, καὶ τὴν κατὰ μέρος ὕλην συμμιγνύμεναι πρὸς αὐτὴν δύνανται μεταβάλλειν τε καὶ μετασχηματίζειν καὶ μεταπλάττειν ἄλλοτε ἄλλως· καὶ δὴ καὶ μετάθεσιν ἀπ’ ἄλλων εἰς ἄλλα ἐπιδέχονται τῶν ἐν τοῖς κατὰ μέρος δυνάμεων· ἡ δὲ τοιαύτη τῶν ἐνεργειῶν ποικιλία καὶ τῶν πολλῶν ὑλικῶν δυνάμεων σύνθεσις οὐ μόνως θείας δημιουργίας τῷ παντὶ κεχώρισται, ἀλλὰ καὶ τῆς φυσικῆς ἀπεργασίας· καὶ γὰρ ἡ φύσις ἀθρόως καὶ ἅμα ποιεῖ τὰ οἰκεῖα ἔργα, ἁπλαῖς τε καὶ ἀσυνθέτοις ἐνεργείαις πάντα ἐπιτελεῖ. λείπεται οὖν τεχνικὴν εἶναι δὴ σύμμιξιν τὴν τοιαύτην κατασκευὴν περὶ τὸ τελευταῖον καὶ περιφανὲς ῥεῦμα οὐράνιον καὶ περὶ τὰ ἀπὸ τῆς οὐρανίας φερόμενα φύσεως.