Ancient Greek · ~11 min
Chapter 3
Iamblichus, De Mysteriis 3.3
Not analysed yet
Λέγουσι δὲ τάδε, τῆς ψυχῆς διττὴν ἐχούσης ζωὴν τὴν μὲν σὺν τῷ σώματι τὴν δὲ χωριστὴν παντὸς σώματος· περὶ μὲν τὸν ἄλλον βίον ἐγρηγορότες τὰ πολλὰ τῇ κοινῇ μετὰ τοῦ σώματος ζωῇ χρώμεθα, πλὴν εἴ που κατὰ τὸ νοεῖν καὶ διανοεῖσθαι τοῖς καθαροῖς λόγοις ἀφιστάμεθα ἀπ’ αὐτοῦ παντάπασιν· ἐν δὲ δὴ τῷ καθεύδειν ἀπολυόμεθα παντελῶς ὥσπερ ἀπό τινων παρακειμένων ἡμῖν δεσμῶν, καὶ τῇ κεχωρισμένῃ τῆς γενέσεως ζωῇ χρώμεθα· τότε δὴ οὖν εἴτε νοερὸν εἴτε θεῖον ταὐτὸν ὑπάρχον εἴτε καὶ ἕν, ἰδίᾳ ἑκάτερον καθ’ ἑαυτὸ ὄν τὸ τῆς ζωῆς εἶδος ἀνεγείρεται ἐν ἡμῖν καὶ ἐνεργεῖ ᾗ πέφυκεν. ἐπειδὴ οὖν ὁ μὲν νοῦς τὰ ὄντα θεωρεῖ, λόγους δὲ ἡ ψυχὴ τῶν γινομένων ἐν αὐτῇ πάντων περιέχει, εἰκότως δὴ κατὰ τὴν περιέχουσαν αἰτίαν τασσόμενα ἐν τοῖς προηγουμένοις αὐτῶν λόγοις προγινώσκει τὰ μέλλοντα. Καὶ ταύτης δ’ ἔτι τελειοτέραν ποιεῖται μαντείαν, ἡνίκα ἂν τοῖς ὅλοις, ἀφ’ ὧν ἀπεμερίσθη, συνάπτῃ τὰς μοίρας τῆς ζωῆς καὶ τῆς νοερᾶς ἐνεργείας· πληροῦται γὰρ ἀπὸ τῶν ὅλων τότε τῆς πάσης εἰδήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ἐξικνεῖσθαι ταῖς ἐννοίαις τῶν περὶ τὸν κόσμον ἐπιτελουμένων. οὐ μὴν ἀλλ’ ὁπόταν γε καὶ τοῖς θεοῖς ἑνωθῇ κατὰ τὴν τοιαύτην ἀπόλυτον ἐνέργειαν, αὐτὰ τὰ ἀληθέστατα δέχεται τηνικαῦτα πληρώματα τῶν νοήσεων, ἀφ’ ὧν ἀληθῆ μαντείαν προβάλλει τῶν θείων ὀνείρων· ἐντεῦθεν τὰς γνησιωτάτας ἀρχὰς καταβάλλεται. ἀλλ’ ἐὰν μὲν τὸ νοερὸν ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ θεῖον συνυφαίνῃ τοῖς κρείττοσι, τότε καὶ τὰ φαντάσματα αὐτῆς ἔσται καθαρώτερα, ἤτοι περὶ θεῶν ἢ τῶν καθ’ ἑαυτὰς ἀσωμάτων οὐσιῶν, ἢ ὡς ἁπλῶς εἰπεῖν, περὶ τῶν εἰς ἀλήθειαν συμβαλλομένων τὴν περὶ τῶν νοητῶν. ἐὰν δὲ τοὺς λόγους τῶν γιγνομένων ἀνάγῃ πρὸς τοὺς αἰτίους αὐτῶν θεούς, δύναμιν ἀπ’ αὐτῶν προσλαμβάνει καὶ γνῶσιν ἀναλογιζομένην ὅσα τε ἦν καὶ ὅσα ἔσται, θεωρίαν τε παντὸς χρόνου ποιεῖται, καὶ τῶν ἐν τῷ χρόνῳ συμβαινόντων ἐπισκο πεῖ τὰ ἔργα, τάξιν τε αὐτῶν καὶ ἐπιμέλειαν καὶ ἐπανόρθωσιν τὴν προσήκουσαν μεταλαγχάνει· καὶ τὰ μὲν κεκμηκότα σώματα θεραπεύει, τὰ δὲ πλημμελῶς καὶ ἀτάκτως ἔχοντα παρ’ ἀνθρώποις εὖ διατίθησι, τεχνῶν τε εὑρέσεις πολλάκις καὶ διανομὰς τῶν δικαίων καὶ τῶν νομίμων θέσεις παραδίδωσιν. Οὕτως ἐν Ἀσκληπιοῦ μὲν τὰ νοσήματα τοῖς θείοις ὀνείροις παύεται· διὰ δὲ τὴν τάξιν τῶν νύκτωρ ἐπιφανειῶν ἡ ἰατρικὴ τέχνη συνέστη ἀπὸ τῶν ἱερῶν ὀνειράτων. τὸ δὲ Ἀλεξάνδρου στρατόπεδον πᾶν ἐσώθη, μέλλον ἄρδην νυκτὸς ἀπόλλυσθαι, Διονύσου κατ’ ὄναρ ἐπιφανέντος καὶ τὴν λύσιν τῶν ἀνηκέστων παθημάτων σημήναντος. Ἄφουτις δὲ ὑπὸ Λυσάνδρου τοῦ βασιλέως πολιορκουμένη κατὰ τοὺς ἀπὸ τοῦ Ἄμμωνος πεμφθέντας ὀνείρους ἐσώθη, τὴν ταχίστην αὐτοῦ τὸν στρατὸν ἀναστήσαντος ἐκεῖθεν καὶ λύσαντος εὐθέως τὴν πολιορκίαν. καὶ τί δεῖ καθ’ ἕκαστον ἐπεξιόντι μηνύειν τῶν καθ’ ἡμέραν ἀεὶ συμπιπτόντων, κρείττονα τοῦ λόγου τὴν ἐνέργειαν παρεχομένων. Ταῦτα μὲν οὖν ἐξαρκεῖ εἰρῆσθαι περὶ τῆς καθ’ ὕπνον θείας μαντικῆς, τίς τέ ἐστι καὶ πῶς γίνεται καὶ ὅσον παρέχεται τοῖς ἀνθρώποις τὸ ὄφελος·