Ancient Greek · ~11 min
Chapter 3
Iamblichus, De Mysteriis 3.2
Not analysed yet
Περὶ δὴ τῆς καθ’ ὕπνον μαντικῆς λέγεις ταῦτα· ὅτι δὴ καθεύδοντες δι’ ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει μὲν γενόμενοι πολυκινήτῳ (ἥσυ χον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι γε ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες. ταῦτα τοίνυν ἃ λέγεις συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀνθρωπίνων ὀνείρων καὶ τῶν ἀπὸ ψυχῆς, ἢ τῶν ἐν ἡμῖν ἐννοιῶν ἢ λόγῳ ἀνακινουμένων, ἢ ὅσα ἀπὸ φαντασιῶν ἐγείρεται ἤ τινων μεθημερινῶν φροντίδων· ἃ τότε μέν ἐστιν ἀληθῆ τότε δὲ ψευδῆ, καὶ ἐπί τινων μὲν τυγχάνει τοῦ ὄντος, ἐπὶ δὲ τῶν πολλῶν ἀποτυγχάνει, οὐ μὴν οἵ γε θεόπεμπτοι καλούμενοι ὄνειροι τοῦτον γίνονται τὸν τρόπον ὅνπερ σὺ λέγεις· ἀλλ’ ἤτοι τοῦ ὕπνου ἀπολείποντος, ἀρχομένων ἄρτι ἐγρηγορέναι, ἀκούειν πάρεστί τινος φωνῆς συντόμου περὶ τῶν πρακτέων ὑφηγουμένης, ἢ μεταξὺ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ὄντων ἢ καὶ παντελῶς ἐγρηγορότων αἱ φωναὶ ἀκούονται. καὶ ποτὲ μὲν ἀφανὲς καὶ ἀσώματον πνεῦμα περιέχει κύκλῳ τοὺς κατακειμένους, ὡς ὅρασιν μὲν αὐτοῦ μὴ παρεῖναι, τὴν δὲ ἄλλην συναίσθησιν καὶ παρακολούθησιν ὑπάρχειν, ῥοι ζομένου τε ἐν τῷ εἰσιέναι καὶ περικεχυμένου πανταχόθεν ἄνευ τινὸς ἐπαφῆς, θαυμαστά τε ἔργα ἀπεργαζομένου πρὸς ἀπαλλαγὴν παθῶν ψυχῆς τε καὶ σώματος. ἄλλοτε δὲ φωτὸς ἐπιλάμψαντος λαμπροῦ καὶ ἠρεμαίου κατέχεται μὲν ἡ τῶν ὀφθαλμῶν ὄψις, συμμύει τε, ἀναπεπταμένη μὲν οὖσα πρότερον· αἱ δ’ ἄλλαι αἰσθήσεις διεγηγερμέναι τυγχάνουσι, καὶ συναισθάνονται πῶς εἰς τὸ φῶς οἱ θεοὶ ἐκφαίνονται, ὅσα τε λέγουσιν ἀκούουσι καὶ ὅσα δρῶσιν ἴσασι παρακολουθοῦσαι. Τελειότερον δ’ ἔτι τοῦδε θεωρεῖται, ἡνίκα ἂν καὶ ἡ ὄψις βλέπῃ καὶ ὁ νοῦς ἐρρωμένος ἐπακολουθῇ τοῖς δρωμένοις, κίνησίς τε τῶν θεωρούντων συνυπάρχῃ. ταῦτα δὴ οὖν τοσαῦτα ὄντα καὶ οὕτω διάφορα οὐδενὶ τῶν ἀνθρωπίνων προσέοικεν· ἀλλ’ ὅ τε ὕπνος καὶ ἡ κατοχὴ τῶν ὀμμάτων καὶ ἡ κάρῳ προσφερὴς κατάληψις καὶ ἡ μεταξὺ τοῦ ὕπνου τε καὶ τῆς ἐγρηγόρσεως κατάστασις καὶ ἡ ἄρτι ἀνεγειρομένη ἢ ἡ παντελὴς ἐγρήγορσις πάντα θεῖά ἐστι καὶ πρὸς ὑποδοχὴν τῶν θεῶν ἐπιτήδεια, ἀπ’ αὐτῶν τε ἐπιπέμπεται τῶν θεῶν, μέρος τε τῆς θείας ἐπιφανείας καὶ κατὰ τοιαῦτα προηγεῖται. Ἄνελε οὖν ἐκ τῶν θείων ὀνείρων, ἐν οἷς δὴ καὶ μάλιστά ἐστι τὸ μαντικόν, τὸ καθεύδειν ὁπωσοῦν καὶ τὸ μὴ παρακολουθεῖν ὡς ὕπαρ τοῖς ἐπιφαινομένοις. οὐδὲ γὰρ οὐδὲ οἷόν τέ ἐστι τὴν ἐναργῆ παρουσίαν τῶν θεῶν τῆς ὕπαρ ἐγγινομένης παρακολουθήσεως ἀπολείπεσθαι· ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ σαφεστέραν αὐτὴν εἶναι ἀνάγκη καὶ ἀκριβεστέραν ἐκείνης καὶ σύνεσιν ἐμποιοῦσαν τελειοτέραν. ἃ δὴ μὴ γινώσκοντές τινες δείγματα τῶν ὄντως μαντικῶν ὀνείρων, κοινὸν δέ τινα τρόπον ἐπ’ αὐτῶν ἀνθρώπινον ἐπινοοῦντες, παραπίπτουσι κατὰ συντυχίαν σπανιάκις ἐπ’ αὐτῶν τῇ τοῦ μέλλοντος προγνώσει, καὶ ἐντεῦθεν εἰκότως ἀποροῦσι, πῶς συνέχουσιν οἱ ὄνειροι τὸ ἀληθές. ὃ δὴ καὶ σὲ θράττειν μοι δοκεῖ διὰ τὸ μὴ εἰδέναι τὰ ἀληθινὰ αὐτῶν γνωρίσματα. ἀλλὰ δεῖ στοιχεῖα ταῦτα προστησάμενόν σε τῆς ἀληθινῆς τῶν ὀνείρων ἐπιγνώσεως ἀκολουθῆσαι τοῖς ὅλοις περὶ τῆς καθ’ ὕπνον μαντικῆς λόγοις.