Ancient Greek · ~9 min
Chapter 7
Iamblichus, De Mysteriis 7.2
Not analysed yet
Ἄκουε δὴ οὖν καὶ σὺ κατὰ τὸν τῶν Αἰγυπτίων νοῦν τὴν τῶν συμβόλων νοερὰν διερμήνευσιν, ἀφεὶς μὲν τὸ ἀπὸ τῆς φαντασίας καὶ τῆς ἀκοῆς εἴδωλον αὐτῶν τῶν συμβόλων, ἐπὶ δὲ τὴν νοερὰν ἀλήθειαν ἑαυτὸν ἐπαναγαγών. ἰλὺν μὲν τοίνυν νόει τὸ σωματοειδὲς πᾶν καὶ ὑλικὸν ἢ τὸ θρεπτικὸν καὶ γόνιμον ἢ ὅσον ἐστὶν ἔνυλον εἶδος τῆς φύσεως μετὰ τῶν ἀστάτων τῆς ὕλης ῥευμάτων συμφερόμενον, ἢ ὅσον τὸν ποταμὸν τῆς γενέσεως χωρεῖ, καὶ αὐτὸ μετ’ ἐκείνου συνιζάνον, ἢ τῶν στοιχείων καὶ τῶν περὶ τοῖς στοιχείοις δυνάμεων πασῶν ἀρχηγὸν αἴτιον ἐν πυθμένος λόγῳ προϋποκείμενον. τοιούτου δὲ ὄντος αὐτοῦ, ὁ τῆς γενέσεως καὶ φύσεως ὅλης καὶ τῶν ἐν τοῖς στοιχείοις δυνάμεων πασῶν αἴτιος θεός, ἅτε δὴ ὑπερέχων τούτων ἄυλος καὶ ἀσώματος καὶ ὑπερφυὴς ἀγέννητὸς τε καὶ ἀμέριστος ὅλος ἐξ ἑαυτοῦ, καὶ ἐν ἑαυτῷ ἀφανὴς προηγεῖται πάντων τούτων, καὶ ἐν ἑαυτῷ τὰ ὅλα περιέχει. καὶ διότι μὲν συνείληφε πάντα καὶ μεταδίδωσιν ἑαυτοῦ τοῖς κοσμικοῖς ὅλοις, ἐξ αὐτῶν ἀνεφάνη· διότι δ’ ὑπερέχει τῶν ὅλων καὶ καθ’ ἑαυτὸν ὑπερήπλωται, ἀναφαίνεται ὡς χωριστὸς ἐξῃρημένος μετέωρος καὶ καθ’ ἑαυτὸν ὑπερηπλωμένος τῶν ἐν τῷ κόσμῳ δυνάμεών τε καὶ στοιχείων. Συμμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ ἑξῆς σύμβολον. τὸ γὰρ ἐπὶ λωτῷ καθέζεσθαι ὑπεροχήν τε ὑπὲρ τὴν ἰλὺν αἰνίττεται μὴ ψαύουσαν μηδαμῶς τῆς ἰλύος, καὶ ἡγεμονίαν νοερὰν καὶ ἐμπύριον ἐπιδείκνυται· κυκλοτερῆ γὰρ πάντα ὁρᾶται τὰ τοῦ λωτοῦ, καὶ τὰ ἐν τοῖς φύλλοις εἴδη καὶ τὰ ἐν τοῖς καρποῖς φαινόμενα, ᾗπερ δὴ μόνῃ κινήσει τῇ κατὰ κύκλον νοῦ ἐνέργειά ἐστι συγγενής, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ ἐν μιᾷ τάξει καὶ καθ’ ἕνα λόγον ἐμφαίνουσα. αὐτὸς δὲ δὴ ὁ θεὸς ἵδρυται καθ’ ἑαυτὸν καὶ ὑπὲρ τὴν τοιαύτην ἡγεμονίαν καὶ ἐνέργειαν, σεμνὸς καὶ ἅγιος ὑπερηπλωμένος καὶ μένων ἐν ἑαυτῷ, ὅπερ δὴ τὸ καθέζεσθαι βούλεται σημαίνειν. ὁ δ’ ἐπὶ πλοίου ναυτιλλόμενος τὴν διακυβερνῶσαν τὸν κόσμον ἐπικράτειαν παρίστησιν. ὥσπερ οὖν ὁ κυβερνήτης χωριστὸς ὢν τῆς νεὼς τῶν πηδαλίων αὐτῆς ἐπιβέβηκεν, οὕτω χωριστῶς ὁ ἥλιος τῶν οἰάκων τοῦ κόσμου παντὸς ἐπιβέβηκεν. καὶ καθάπερ ἄνωθεν ἐκ πρύμνης ἀπευθύνει πάντα ὁ κυβερνήτης, ἐνδιδοὺς βραχεῖαν ἐξ ἑαυτοῦ τὴν πρώτην ἀρχὴν τῆς φορᾶς, οὕτω πολὺ πρότερον ὁ θεὸς ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχῶν τῆς φύσεως τὰς πρωτουργοὺς αἰτίας τῶν κινήσεων ἀμερίστως ἐνδίδωσι· ταῦτα δὴ οὖν καὶ ἔτι πλείονα τούτων ἐνδείκνυται τὸ ναυτίλλεσθαι αὐτὸν ἐπὶ πλοίου.