Ancient Greek · ~14 min
Chapter 7
Iamblichus, De Mysteriis 7.3.1
Not analysed yet
Ἐπεὶ δὲ καὶ πᾶν μόριον τοῦ οὐρανοῦ καὶ πᾶν ζώδιον καὶ πᾶσα τοῦ οὐρανοῦ φορὰ καὶ πᾶς χρόνος, καθ’ ὃν κινεῖται ὁ κόσμος, καὶ πάντα τὰ ἐν τοῖς ὅλοις δέ χονται ἀπὸ τοῦ ἡλίου κατιούσας δυνάμεις, τὰς μὲν συμπλεκομένας αὐτοῖς τὰς δὲ τῆς συμμίξεως αὐτῶν ὑπερβεβη κυίας, παρίστησι καὶ ταύτας ὁ συμβολικὸς τρόπος τῆς ση μασίας, τὸ σχηματίζεσθαι μὲν κατὰ ζώδιον καὶ τὰς μορφὰς ἀμείβειν καθ’ ὥραν τοῖς ῥήμασι διασημαίνων, ἐνδεικνύμενος δὲ τὴν ἀμετάβλητον αὐτοῦ καὶ ἑστῶσαν καὶ ἀνέκλειπτον καὶ ὁμοῦ πᾶσαν καὶ ἀθρόαν εἰς ὅλον τὸν κόσμον δόσιν. ἀλλ’ ἐπεὶ τὰ δεχόμενα ἄλλα ἀλλαχοῦ περὶ τὴν ἀμέριστον δόσιν τοῦ θεοῦ φέρεται, καὶ αὐτὰ δέχεται πολυειδεῖς δυνάμεις ἀπὸ τοῦ ἡλίου κατὰ τὰς οἰκείας ἑαυτῶν φοράς, διὰ τοῦτο βούλεται μὲν ἡ συμβολικὴ διαδοχὴ διὰ τοῦ πλήθους τῶν δοθέντων τὸν ἕνα θεὸν ἐμφαίνειν, καὶ διὰ τῶν πολυτρόπων δυνάμεων τὴν μίαν αὐτοῦ παριστάναι δύναμιν· διὸ καί φησιν αὐτὸν ἕνα εἶναι καὶ τὸν αὐτόν, τὰς δὲ διαμείψεις τῆς μορφῆς καὶ τοὺς μετασχηματισμοὺς ἐν τοῖς δεχομένοις ὑποτίθεται. διόπερ κατὰ ζώδιον καὶ καθ’ ὥραν μεταβάλλεσθαι αὐτόν φησιν, ὡς ἐκείνων διαποικιλλομένων περὶ τὸν θεὸν κατὰ τὰς πολλὰς αὐτοῦ ὑποδοχάς. τοιαύταις εὐχαῖς Αἰγύπτιοι πρὸς ἥλιον χρῶνται οὐκ ἐν ταῖς αὐτοψίαις μόνον ἀλλὰ καὶ ἐν ταῖς κοινοτέραις εὐχαῖς, αἵτινες ἔχουσι τοιοῦτον νοῦν καὶ κατὰ τοιαύτην συμβολικὴν μυσταγωγίαν τῷ θεῷ προσφέρονται· διόπερ οὐδ’ ἂν ἔχοι τινὰ λόγον, εἴ τις αὐτῶν προσαγάγοιτο ἀντίληψις. Ἃ δ’ ἐστὶ τούτων ἐχόμενα ἐρωτήματα πλείονος μὲν δεῖται διαδοχῆς, εἴ τις ἱκανῶς ἐπεξίοι τῷ λόγῳ· δεῖ δ’ ὅμως ἐν ἀποκρίσει διὰ βραχέων τἀληθές πῃ περὶ αὐτῶν διαπερανθῆναι. τί γὰρ βούλεται τὰ ἄσημα ὀνόματα πυνθάνῃ· τά δὲ οὐκ ἔστιν ἄσημα ὃ σὺ νενόμικας· ἀλλ’ ἡμῖν μὲν ἄγνωστα ἔστω ἢ καὶ γνωστὰ ἔνια, περὶ ὧν παρεδεξάμεθα τὰς ἀναλύσεις παρὰ θεῶν, τοῖς μέντοι θεοῖς πάντα σημαντικά ἐστιν οὐ κατὰ ῥητὸν τρόπον, οὐδ’ οἷός ἐστιν ὁ διὰ τῶν φαντασιῶν παρ’ ἀνθρώποις σημαντικός τε καὶ μηνυτικός, ἀλλ’ ἤτοι νοερῶς κατὰ τὸν θεῖον αὐτὸν ἀνθρώπειον νοῦν, ἢ καὶ ἀφθέγκτως ἢ κρειττόνως καὶ ἁπλουστέρως καὶ κατὰ νοῦν τοῖς θεοῖς συνηνωμένον· ἀφαιρεῖν μὲν οὖν χρὴ πάσας ἐπινοίας καὶ λογικὰς διεξόδους ἀπὸ τῶν θείων ὀνομάτων, ἀφαιρεῖν δὲ καὶ τὰς συμφυομένας τῆς φωνῆς πρὸς τὰ ἐν τῇ φύσει πράγματα φυσικὰς ἀπεικασίας. ὅσπερ δέ ἐστιν ὁ νοερὸς καὶ θεῖος τῆς θείας ὁμοιότητος συμβολικὸς χαρακτήρ, τοῦτον ὑποθετέον ἐν τοῖς ὀνόμασι. καὶ δὴ κἂν ἄγνωστος ἡμῖν ὑπάρχῃ, αὐτὸ τοῦτό ἐστιν αὐτοῦ τὸ σεμνότατον· κρείττων γάρ ἐστιν ἢ ὥστε διαιρεῖσθαι εἰς γνῶσιν. ἐφ’ ὧν γε μὴν παρειλήφαμεν τὴν ἐπιστήμην τῆς ἀναλύσεως, ἐπὶ τούτων τῆς θείας οὐσίας καὶ δυνάμεως καὶ τάξεως ἔχομεν ὅλης ἐν τῷ ὀνόματι τὴν εἴδησιν. Καὶ ἔτι ἀθρόαν τὴν μυστικὴν καὶ ἀπόρρητον εἰκόνα τῶν θεῶν ἐν τῇ ψυχῇ διαφυλάττομεν, καὶ τὴν ψυχὴν δι’ αὐτῶν ἀνάγομεν ἐπὶ τοὺς θεούς, καὶ ἀναχθεῖσαν κατὰ τὸ δυνατὸν τοῖς θεοῖς συνάπτομεν· ἀλλὰ διὰ τί τῶν σημαντικῶν τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων προτιμῶμεν; ἔστι δὲ καὶ τούτου μυστικὸς ὁ λόγος. διότι γὰρ τῶν ἱερῶν ἐθνῶν, ὥσπερ Αἰγυπτίων τε καὶ Ἀσσυρίων, οἱ θεοὶ τὴν ὅλην διάλεκτον ἱεροπρεπῆ κατέδειξαν, διὰ τοῦτο καὶ τὰς κοινολογίας οἰόμεθα δεῖν τῇ συγγενεῖ πρὸς τοὺς θεοὺς λέξει προσφέρειν, καὶ διότι πρῶτος καὶ παλαιός ἐστιν ὁ τοιοῦτος τρόπος τῆς φωνῆς, καὶ μάλιστα ἐπειδὴ οἱ μαθόντες τὰ πρῶτα ὀνόματα περὶ τῶν θεῶν, μετὰ τῆς οἰκείας γλώττης αὐτὰ ξυμμίξαντες παραδεδώκασιν ἡμῖν, ὡς οἰκείας καὶ προσφόρου πρὸς αὐτὰ ὑπαρχούσης, ἀκίνητον διατηροῦμεν δεῦρο ἀεὶ τὸν θεσμὸν τῆς παραδόσεως. εἴπερ γάρ τι τοῖς θεοῖς ἄλλο προσήκει, δηλονότι καὶ τὸ ἀίδιον καὶ ἀμετάβλητον αὐτοῖς ἐστὶ συγγενές.