Ancient Greek · ~11 min
Chapter 7
Iamblichus, De Mysteriis 7.5.1
Not analysed yet
Ἀλλ’ ὁ ἀκούων, φής, πρὸς τὰ σημαινόμενα ἀφορᾷ, ὥστε αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. τὸ δ’ οὐ τοιοῦτόν ἐστιν οἷον σὺ προσεδόκησας· εἰ μὲν γὰρ ἦν κατὰ συνθήκην κείμενα τὰ ὀνόματα, οὐδὲν διέφερε τὰ ἕτερα ἀντὶ τῶν ἑτέρων μεταλαμβάνειν· εἰ δὲ τῇ φύσει συνήρτηται τῶν ὄντων, τὰ μᾶλλον αὐτῇ προσεοικότα καὶ τοῖς θεοῖς ἔσται δήπου προσφιλέστερα· ἐκ δὴ τοῦδε καταφαίνεται ὡς εὐλόγως καὶ ἡ τῶν ἱερῶν ἐθνῶν προκέκριται φωνὴ πρὸ τῶν ἄλλων ἀνθρώπων· οὐδὲ γὰρ πάντως τὴν αὐτὴν διασώζει διάνοιαν μεθερμηνευόμενα τὰ ὀνόματα, ἀλλ’ ἔστι τινὰ καθ’ ἕκαστον ἔθνος ἰδιώματα, ἀδύνατα εἰς ἄλλο ἔθνος διὰ φωνῆς σημαίνεσθαι· ἔπειτα κἂν εἰ οἷόν τε αὐτὰ μεθερμηνεύειν, ἀλλὰ τήν γε δύναμιν οὐκέτι φυλάττει τὴν αὐτήν· ἔχει δὲ καὶ τὰ βάρβαρα ὀνόματα πολλὴν μὲν ἔμφασιν πολλὴν δὲ συντομίαν, ἀμφιβολίας τε ἐλάττονος μετέσχηκε καὶ ποικιλίας καὶ τοῦ πλήθους τῶν λέξεων· διὰ πάντα δὴ οὖν ταῦτα συναρμόζει τοῖς κρείττοσιν. Ἄνελε οὖν ἐκ μεσῶν τὰς ἀποπιπτούσας τῆς ἀληθείας ὑπονοίας, ἢ ὡς Αἰγύπτιος ἢ Αἰγυπτίᾳ φωνῇ χρώμενός ἐστιν ὁ καλούμενος· ἀλλὰ μᾶλλον ἐκεῖνο ὑπολάμβανε, ὡς Αἰγυπτίων πρώτων τὴν μετουσίαν τῶν θεῶν διακληρωσαμένων, καὶ οἱ θεοὶ χαίρουσι τοῖς Αἰγυπτίων θεσμοῖς καλούμενοι· εἰ δ’ αὖ γοήτων ἐστὶ ταῦτα πάντα τεχνάσματα, πῶς ἂν τὰ μάλιστα συνηνωμένα τοῖς θεοῖς καὶ ἡμᾶς πρὸς αὐτοὺς συνάπτοντα καὶ μόνον οὐχὶ τὰς ἴσας δυνάμεις ἔχοντα τοῖς κρείττοσι, φανταστικὰ ἂν εἴη πλάσματα, ὧν χωρὶς οὐδὲν ἱερατικὸν ἔργον γίνεται; ἀλλ’ οὐδὲ προκαλύμματα ταῦτα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γίνεται παθῶν. οὐ γὰρ ἀφ’ ὧν ἂν ἡμεῖς πάθωμεν, τοὐναντίον δὲ ἀπὸ τῶν οἰκείων τοῖς θεοῖς ὁρμώμενοι τὰς προσφόρους αὐτοῖς λέξεις κατὰ φύσιν προσφέρομεν· οὐδ’ ἐναντίας ποιούμεθα περὶ τοῦ θείου τὰς ἐννοίας ᾗ αὐτὸ τῷ ὄντι διάκειται· ἀλλ’ ᾗπερ ἔχει φύσεως, καὶ ὡς τετυχήκασι τῆς περὶ αὐτοῦ ἀληθείας οἱ πρῶτοι καταστησάμενοι τοὺς νόμους τῆς ἱερᾶς ἁγιστείας, οὕτως ἐν αὐτοῖς ἐμμένομεν· εἴπερ γάρ τι τῶν ἄλλων τῶν ἱερο πρεπῶς νομίμων καὶ τὸ ἀμετάπτωτον αὐτοῖς συναρμόζει· καὶ δεῖ τὰ τῶν παλαιῶν εὐχῶν, ὥσπερ ἱερὰ ἄσυλα, τηρεῖσθαι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, μήτε ἀφαιροῦντάς τι ἀπ’ αὐτῶν μήτε προστιθέντας τι αὐταῖς ἀλλαχόθεν. σχεδὸν γὰρ καὶ τοῦτο αἴτιον νυνὶ γέγονε τοῦ πάντα ἐξίτηλα καθεστηκέναι καὶ τὰ ὀνόματα καὶ τὰ τῶν εὐχῶν, διότι μεταβαλλόμενα ἀεὶ διὰ τὴν καινοτομίαν καὶ παρανομίαν τῶν Ἑλλήνων οὐδὲν παύεται. φύσει γὰρ Ἕλληνές εἰσι νεωτεροποιοὶ καὶ ᾄττοντες φέρονται πανταχῆ, οὐδὲν ἔχοντες ἕρμα ἐν ἑαυτοῖς, οὐδ’ ὅπερ ἂν δέξωνται παρά τινων διαφυλάττοντες, ἀλλὰ καὶ τοῦτο ὀξέως ἀφέντες πάντα κατὰ τὴν ἄστατον εὑρεσιλογίαν μεταπλάττουσι· βάρβαροι δὲ μόνιμοι τοῖς ἤθεσιν ὄντες καὶ τοῖς λόγοις βεβαίως τοῖς αὐτοῖς ἐμμένουσι· διόπερ αὐτοί τέ εἰσι προσφιλεῖς τοῖς θεοῖς καὶ τοὺς λόγους αὐτοῖς προσφέρουσι κεχαρισμένους· διαμείβειν δὲ αὐτοὺς κατ’ οὐδένα τρόπον οὐδενὶ ἀνθρώπῳ θεμιτόν ἐστι. τοσαῦτα καὶ περὶ τῶν ὀνομάτων τῶν τε ἀφθέγκτων καὶ τῶν βαρβάρων μὲν καλουμένων ἱεροπρεπῶν δὲ ὄντων πρός σε ἀποκρινόμεθα.