Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.1
Not analysed yet
αʹ Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθʼ αὐτὸ ἀμιγὲς ἄχραντον, τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς τὴν θείαν θρησκείαν· πάντα γὰρ ἀλλότριά ἐστι καὶ ἐναντίως πρὸς αὐτὴν ἔχει. τὸ δʼ αὐτὸ καὶ πρὸς ἐπιστήμην μεγάλα συμβάλλεται· οὐδὲν γὰρ δεῖ πρὸς τὴν θείαν ἐπιστήμην προσφέρειν τοιοῦτον, οἷόν ἐστιν ἀνθρώπινον διανόημα ἢ βιωτικῆς φροντίδος ἐχόμενον. οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις ἀστάτοις ἤθεσι.