Ancient Greek
Chapter 21
Iamblichus, Protrepticus 21.2
Not analysed yet
β΄ Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ πάρεργον οὐκ εἰσιτέον εἰς ἱερὸν οὐδὲ προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις αυταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγικωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς ὅλοις, προηγουμένην αὐτῶν δεῖ ποιεῖσθαι τὴν θεραπείαν· εἰ δʼ ἄλλου τις ἕνεκα αὐτὴν ποιοῖτο, δεύτερον οὕτω θήσεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ δεῖ τῶν ἀνθρωπίνων χρησίμων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείττονα οὔτε ἔργα οὔτε διανοήματα.