Ancient Greek
Chapter 21
Iamblichus, Protrepticus 21.10
Not analysed yet
ι΄ Τὸ δὲ φορτίον συνανατιθέναι, συγκαθαιρεῖν δὲ μή, εἰς ἀνδρείαν προτρέπει. πᾶς μὲν γὰρ ἀνατιθέμενος φορτίον πόνου καὶ ἐνεργείας σημαίνεται πρᾶξιν, ὁ δὲ καθαιρούμενος ἀναπαύσεως καὶ ἀνέσεως, ὥστε καὶ τὸ σύμβολον τοιόνδε ἔχει ἐπιλογισμόν· μὴ γίγνου μήτε αὑτῷ μήτε ἄλλῳ ῥαθυμίας καὶ μαλθακῆς διαίτης αἴτιος· πόνῳ γὰρ πᾶν χρῆμα ἁλώσιμον. Ἡράκλειον δὲ οἱ Πυθαγόρειοι ἐφήμιζον τόδε τὸ σύμβολον εἶναι αὐτοῖς, ἐπισφραγιζόμενοι ἀπὸ τῶν ἐκείνου ἔργων. ὅτε γὰρ ὡμίλει κατʼ ἀνθρώπους, πολλάκις ἐκ πυρὸς καὶ πάντων τῶν δεινοτάτων ἀπενόστει ὄκνον παραιτούμενος· ἐκ γὰρ τοῦ πράττειν καὶ ἐργάζεσθαι τὸ κατορθοῦν παραγίγνεται, ἀλλʼ οὐκ ἐκ τοῦ ἀποκνεῖν.