Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.9
Not analysed yet
θ΄ Τούτῳ δὲ συμμαρτυρεῖ καὶ τὸ ἑξῆς· τὴν ὀξίδα ἀποστρέφειν ἀπὸ σαυτοῦ· πρὸς ὃν γὰρ ἂν τύχῃ ἐπεστραμμένη, ἐπίληπτος ἔσται. καὶ τοῦτο φρονήσει χρῆσθαι παρακελεύεται καὶ μὴ θυμῷ. τὸ μὲν γὰρ ὀξὺ τῆς ψυχῆς, ὅπερ θυμὸν καλοῦμεν, λογισμοῦ καὶ φρονήσεως ἐστέρηται (ζεῖ γὰρ ὁ θυμὸς ὥσπερ λέβης πυρὶ θαλπόμενος), οὐθὲν εἰς τὸ πρόσθεν γιγνόμενον μερίζων γνώμη. χρὴ οὖν ἐν νηνεμίᾳ καθιστάναι τὴν ψυχὴν ἀποστρέφοντα τοῦ θυμοῦ, ἐπιλαμβανόμενον ἑαυτοῦ πολλάκις· ὥσπερ γὰρ ἠχοῦντα χαλκὸν ἁφῇ, καὶ τὸ πάθος οὖν τοῦτο τῷ λογισμῷ πιέζειν χρή.