Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.16
Not analysed yet
ιϚ΄ Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ τὸ δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. οὐ γὰρ μόνον ἐπεὶ καθαρτικὸν τὸ δᾳδίον τῷ ταχίστου καὶ πλείστου μεθεκτικὸν εἶναι πυρός, ὥσπερ τὸ λεγόμενον θεῖον, παραινεῖ μὴ μιαίνειν αὐτὸ φύσει μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδʼ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι αὐτοῦ μολύνοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσγειν μηδὲ κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν εὐφέγγειαν φιλοσοφίᾳ παρα βέβληται, θᾶκος δὲ διὰ τὴν χαμαιπέτειαν ζῳωδίᾳ.