Ancient Greek
Chapter 21
Iamblichus, Protrepticus 21.17
Not analysed yet
ιζ΄ Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ· μήνῃ, γὰρ καὶ ἡλίῳ καθιέρωται συμβουλεύει ἡμῖν ὑποτρέφειν καὶ σωματοποιεῖν καὶ μὴ παρορᾶν ἀπολλύμενα καὶ διαφθειρόμενα τὰ τῆς τοῦ κόσμου ἑνώσεως καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ δυσθήρατος ἱκανῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ τῆς φύσεως λαμβάνουσα καὶ ὡσανεὶ ἐφοδιαζομένη ζωπυρεῖ τε αὐτὰ καὶ μεγεθύνει καὶ ἐνεργέστερα διὰ τῶν παρʼ αὐτῆς μαθημάτων ἀπεργάζεται. φιλοσοφητέον ἄρα ἂν εἴη.