Ancient Greek · ~4 min
Chapter 21
Iamblichus, Protrepticus 21.19
Not analysed yet
ιθ΄ Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθαγορικώτερον συμβουλεύει· κοινωνικὸς ἴσθι, μεταδοτικός, καὶ τοὺς ἄλλους τοιούτους εἶναι παρασκεύαζε, διδόναι τι καὶ δέχεσθαι ἀκακοήθως καὶ ἀφθόνως ἐθίτικός, ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργάνωσις λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι οὐκέτι διὰ τὴν ἔνστασιν ἀγκύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἰ κρεάγραι πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ δυσχερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα διʼ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα κατὰ τὸν κοινωνικὸν λόγον, καὶ τῶν δακτύλων ἁπλῶν πως καὶ οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργηθέντα ὑπὸ τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον, προτρεπομένους εἰς τὸ τοιοῦτον ὑπʼ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ τὴν δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν ἐν τῷ μεταδιδόναι. δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο φιλοσοφητέον· ἀμοιβὴ γάρ τις καὶ ἀνταπόδοσις ἡ δικαιοσύνη, τὸ πλεονάζον καὶ ἐλλιπὲς ἀνταποδιδοῦσα διʼ ἀντισώσεως.