Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.18
Not analysed yet
ιη΄ Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτερον ἐκδέξαιτʼ ἄν τις ἐκ τῶν αὐτῶν τοῖς ἄνωθεν ὁρμώμενος. ἐπεὶ γὰρ σωματότητι καὶ ζῳωδίᾳ καὶ οὐ χοίνικι μετρητή ἐστιν ἡ τροφή, μὴ ἠρέμει μηδʼ ἀμύητος φιλοσοφίας διατέλει, ἀλλʼ εἰς ταύτην σαυτὸν δοὺς ἐκείνου μᾶλλον προνοοῦ τοῦ ἐν σοὶ θεοειδεστέρου, ὅ ἐστι ψυχή, καὶ πολὺ πρότερον τοῦ ἐν ταύτῃ νοῦ, ὧν τροφὴ οὐ χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται.