Ancient Greek · ~3 min
Chapter 21
Iamblichus, Protrepticus 21.22
Not analysed yet
κβʹ Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυθαγορικῷ ἀρέσκοντι ἕλκομεν εἰς τὴν παράκλησιν οὕτως· ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ ὑπάρχει, τὸ οὖν δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς καὶ χώριζε τοῦ περικειμένου δεσμοῦ τὴν ψυχήν· μελέτη γὰρ θανάτου καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος ἡ φιλοσοφία. τὴν ἄρα Πυθαγορικὴν μέτιθι σπουδῇ μεγάλῃ, τὴν ἀφιστᾶσαν ἑαυτὴν διὰ τοῦ νοῦ ἀπὸ σωματικῶν πάντων καὶ περὶ τὰ νοητὰ καὶ ἄυλα διὰ τῶν θεωρητικῶν μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ τοῦ φιλοσοφεῖν σαρκὸς ἀσχολήματα τροφάς τε ὑπερβαλλούσας καὶ πληθώρας ἀκαίρους, δεσμοῦ τρόπον τὸ σῶμα καταλαμβανούσας νοσοκομίας τε καὶ ἀσχολίας ἀδιαλείπτους ἐμποιούσας.