Ancient Greek · ~3 min
Chapter 21
Iamblichus, Protrepticus 21.23
Not analysed yet
κγ΄ Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν προτροπῇ χρῆται τοιᾷδε· φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς ἡγοῦ θεοὺς ὑπάρχειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων τοῦτʼ ἐστίν, ἐξ οὐ τὰ πάντα σχεδὸν ἤρτηται καὶ ὑφʼ οὗ μέχρι τέλους κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί, μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυλίοις γλυφαὶ τόν τε δεσμὸν διʼ αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος καὶ ὡσανεί τινος τῶν ἐπὶ μέρους ζῴων διὰ τῆς γλυπτῆς προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ 360 Κ πληρέστατα τεχνολογεῖται.