Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.24
Not analysed yet
κδ΄ Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορικώτερον συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατʼ αἴσθησιν φαντασίαις, αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν ἐπιστημονικαῖς, ἀφʼ ὧν λαμπροτάτη τις εὐαυγία καὶ ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίσταται ἐξ ἁπάντων τῶν νοημάτων καὶ τῆς περὶ ταῦτα θεωρίας, ἀλλʼ οὐκ ἐκ τῶν σωματικῶν καὶ αἰσθητῶν· ἐν συνεχεῖ γὰρ ταῦτα ῥύσει καὶ μεταβολῇ πολλάκις ἐδηλώθη κατʼ οὐδένα τρόπον μόνιμα καὶ τὰ αὐτὰ ἑαυτοῖς ὑπάρχοντα, ἵνα καὶ βεβαίαν ἐπιστημονικήν τε ὑπομείνῃ κατάληψιν καὶ ἐπίγνωσιν ὡς ἐκεῖνα.