Ancient Greek · ~6 min
21.33 to 21.37
Iamblichus, Protrepticus 21.33-37
Not analysed yet
λγ΄ Τὸ δὲ ἐρυθῖνον μὴ προσλαμβάνου φαίνεται πρὸς τὴν τοῦ ὀνόματος ἐτυμολογίαν ψιλὴν συμβεβλῆσθαι. ἀπηρυθριακότα γὰρ καὶ ἀναίσχυντον μὴ ἐπιδέχου ἄνθρωπον, ἢ ἐκ τοῦ ἐναντίου καταπλῆγα καὶ ἐν παντὶ καθʼ ὑπερβολὴν ἐρυθριῶντα καὶ ταπεινούμενον ὑπό τε νοῦ καὶ ἀσθενοῦς διανοίας. διὰ δὲ τούτου νοεῖται τὸ μὴ αὐτὸς τοιοῦτος ἴσθι. λδ΄ Τὸ δὲ χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε σημαίνει συγχύσεως καὶ παχυτῆτος, ὅπερ ἐστὶ σωματικῶν καὶ αἰσθητῶν ἀποδείξεων, ἐκλανθάνεσθαι φιλοσοφεῖν ἐπιβαλλόμενον, νοηταῖς δὲ χρῆσθαι μᾶλλον ἀποδείξεσιν. ἡ δὲ σποδὸς ἀντὶ τῆς κόνεως τῆς ἐπὶ τοῖς ἄβαξι παρελήφθη, ἐφʼ ἧς αἱ ἀποδείξεις συμπεραίνονται. λε΄ Χρυσὸν δὲ ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ, οὐ γυναικὶ λέγει, ἀλλʼ αἱρέσει καὶ φιλοσοφίᾳ, ᾗπέρ ἐστι πολὺ τὸ σωματικὸν καὶ κατάφορον εἰς βαρύτητα. πάντων γὰρ τῶν ἐπὶ γῆς βαρύτατον χρυσὸς καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς διωκτικόν, ὅπερ βάρους σωματικοῦ ἴδιον. τὸ δὲ πλησιάζειν οὐ μόνον συγγίνεσθαι, ἀλλὰ καὶ συνεγγίζειν ἐστὶ καὶ πλησίον καθίστασθαι. λϛʹ Τὸ δὲ προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον παραγγέλλει τοῦτο· φιλοσόφει καὶ μαθήματα μέτιθι μὴ παρέργως, καὶ διʼ αὐτῶν ὥσπερ διαβάθρας ἐπὶ τὸ προκείμενον χώρει· κατάπτυε δὲ τῶν προτιμωμένων καὶ πρεσβευομένων τοῖς πολλοῖς, καὶ προτίμα τὴν Ἰταλικὴν φιλοσοφίαν τὴν τὰ ἀσώματα καθʼ αὑτὰ θεωροῦσαν τῆς Ἰωνικῆς τῆς τὰ σώματα προηγουμένως ἐπισκοπουμένης. λζ΄ Τὸ δὲ κυάμων ἀπέχου συμβουλεύει φυλάττεσθαι πᾶν ὅσον ἐστὶ φθαρτικὸν τῆς πρὸς θεοὺς ὁμιλίας καὶ τῆς θείας μαντικῆς.