Ancient Greek · ~3 min
Chapter 21
Iamblichus, Protrepticus 21.38
Not analysed yet
ληʹ Τὸ δὲ μολόχην μεταφύτευε μέν, μὴ ἔσθιε δέ, αἰνίττεται μὲν ὅτι συντρέπεται τῷ ἡλίῳ τὰ τοιαῦτα φυτὰ καὶ παρατηρεῖν ἀξιοῖ τοῦτο, πρόσκειται δὲ τὸ μεταφύτευε, τουτέστιν ἐπιστὰς τῇ αὐτοῦ φύσει καὶ τῇ πρὸς τὸν ἥλιον διατάσει καὶ συμπαθείᾳ μὴ ἀρκοῦ μηδὲ ἐπίμενε μόνῳ τούτῳ, ἀλλὰ τὴν διάνοιαν μεταβίβαζε καὶ ὡσανεὶ μεταφύτευε καὶ ἐπὶ τὰ ὁμογενῆ φυτὰ καὶ λάχανα καὶ ἐπὶ τὰ μὴ ὁμογενῆ ζῷα ἤδη καὶ λίθους καὶ ποταμοὺς καὶ πάσας ἁπλῶς φύσεις· πολύχουν γὰρ εὑρήσεις καὶ πολύτροπον θαυμασίως δὲ δαψιλὲς τὸ τῆς τοῦ κόσμου ἑνώσεως καὶ συμπνοίας σημαντικόν, ὥσπερ ἀπὸ ῥίζης καὶ ἀφετῆρος τῆς μολόχης ὡρμημένος οὐ μόνον οὖν μὴ ἔσθιε μηδὲ ἀφάνιζε τὰς τοιαύτας παρατηρήσεις, ἀλλὰ καὶ αὖξε καὶ πληθοποίει δίκην μεταφυτεύοντος.