Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.39
Not analysed yet
λθʹ Τὸ δὲ ἐμψύχων ἀπέχου ἐπὶ δικαιοσύνην προτρέπει καὶ πᾶσαν τὴν τοῦ συγγενοῦς τιμὴν καὶ τὴν τῆς ὁμοίας ζωῆς ἀποδοχὴν καὶ πρὸς ἕτερα τοιαῦτα πλείονα. Διὰ πάντων δὴ οὖν τούτων φανερὸς γέγονε καὶ ὁ διὰ τῶν συμβόλων προτρεπτικὸς τύπος ἔχων πολὺ τὸ ἀρχαιότροπον καὶ Πυθαγορικόν. ἀλλʼ ἐπεὶ διὰ πάντων διεξεληλύθαμεν τῶν προτρεπτικῶν τρόπων, ἐνταῦθα καταπαύομεν τοὺς εἰς παράκλησιν τείνοντας λόγους.