Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.4
Not analysed yet
δ΄ Οἶμαι δʼ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συντείνει· τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. καὶ γὰρ τοῦτο τὴν μὲν δημώδη καὶ ἀνθρωπίνην ζωὴν ἀφιέναι παραγγέλλει, τὴν δὲ χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ, καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια καὶ ἀπόρρητα περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὴν μὲν πρὸς ἀνθρώπους φέρουσαν τέρψιν ἀτιμάζειν, τὴν δὲ τῆς θείας βουλήσεως ἐχομένην εὐπραγίαν περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὰ μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς ὑπερεχούσας τὴν δημώδη ζωὴν ἀνταλλάττεσθαι.